Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.moeller.2

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τιβερίωι Κλαυδίωι Ἡρώδηι στρατηγῶι παρὰ Θέωνος καὶ Ἀριστάνδρου πρεσβυτέρου καὶ Ἀριστάνδρου νεωτέρου τῶν τριῶν Ἀρισ τάνδρου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. Λεωνί δης Πτολεμαίου Ἀλθαιεύς, ὅς ἐστι νῦν ἐπʼ Ἀ λεξανδρείας, ἔχων πατρῴαν ἡμῶν ὑποθή κην περὶ κώμην Σενέπτα τῆς μέσης τοπαρχίας ἐκ τοῦ Δάμονος κλήρου ἀρούρας τεσσαράκοντα ἓξ ἀκολούθως τῷ γραφέντι ὑπʼ αὐτοῦ εἰς τὸν πατέρα ἡμῶν Ἀρίστανδρον περὶ ταύτης χειρογράφωι τῷ καὶ μεσιτευθέντιμεσειτευθέντι παρὰ Σαραπίωνι Φιλίσκου καὶ καρπισάμενος ταύ την ἐφʼ ἱκανὸν χρόνον, ὡς μὴ μόνον αὐτὸν ἐξ ὧν ἀπηνέγκαντο γενημάτων πεπληρῶσ θαι παντὶ τῷ ὀφειληθέντι ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ἔτι οὐκ ὀλίγα προσοφείλειν ἡμῖνἡμεῖν θη ἐπʼ ἐκστροφῇἐκστορφῇ ἀλλὰ καὶ ἐτόλμησεν παρὰ τὸ καθῆκον ἄνευ τῆς γνώμης ἡμῶν ἐξαλλοτριῶσαι ἐν Ἀλεξανδρείᾳ τὴν ὑποθήκην Φιλοστράτῳ Ζωίλου, ᾧ καὶ εὐαγῶς μεταλαβόντος διαστολικὸν μετέδομεν διὰ σοῦ περὶ τοῦ μὴ δεόντως ἠγορακέναι. πρὸς δὲ τούτοις ὁ αὐτὸς Λεονίδης ἐγλαθόμενος τῆς ἐξακολουθούσης αὐτῷ εὐθύνης ἐπο ρίσατο ἐκ τοῦ καταλογείου ὑπόμνημα πρὸς τὸν ἐνθάδε ξενικῶν πράκτορα ὡς ὀφειλομένων αὐτῶι ἑτέρων ὑπὸ τοῦ πατρὸς ἡμῶν, το ἐναντίοντουναντίον μᾶλλον προσ οφείλων ἡμῖνἡμεῖν ὡς πρόκειται, καὶ μετέ δωκεν ἡμῖνἡμεῖν τούτου ἀντίγραφον διὰ τοῦ υἱοῦ αὐτοῦ Ἀπίωνος τῆι τεσσαρασκαιδεκάτῃ τοῦ ἐνεστῶτος μηνὸς Ἐπείφ. ὅθεν ἀναγκαί ως προερχόμενοι ἀξιοῦμεν τὸ μὲν ὑπόμνη μα ἔχειν ἐν καταχωρισμῷ, μεταδοθῆναι δὲ αὐτοῦ ἀντίγραφον διʼ ὑπηρέτου τῷ τε Ἀπίωνι εἰς τὸν τοῦ πατρὸς Λεονίδου λόγον καὶ τῶι ξενικῶν πράκτορι, ἵνʼ ὁ μὲν Ἀπίων εἰδῇ πάντα τὰ ὑπὸ τοῦ πατρὸς Λεονίδου ἐπὶ τῇ ἡμῶν ἀδικίᾳ πραχθέντα ἄκυρα ὄντα καὶ μένοντα ἡμῖνἡμεῖν πρὸς τὸν Λεονίδην τὸν πε ρὶ τούτων ὧν ἔχομεν πρὸς αὐτὸν λόγον, ὁ δὲ ξενικῶν πράκτωρ μηδὲν καθʼ ἡμῶν οἰ κονομήσῃ ἀπὸ τοῦ προκειμένου ὑπομνή ματος μέχρι κρίσεως. τῶν γὰρ ὑπόντων ἡμῖνἡμεῖν δικαίων πάντων ἀντεχόμεθα καὶ ἀνθεξόμεθα. Θέων Ὀννώφριος ὑπηρέτης μεταδέδωκα τοῦ προκειμένου ὑπομνήματος ἀντίγραφον τῷ ξενικῶν πρά κτορι καὶ τῶι Ἀπίωνι ἐνωπίωι. ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ , μηνὸς Ἐπεὶφ ιδ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.