no image
DDbDP-text
Vertrag über Hausverkauf in Antinoupolis via HGV-meta
Linked by Trismegistos ID
TM 17286.
Each record below describes this same artifact or text from a different angle.
ἐξεῖναι τῶν ἀκολούθως τῇ δυνάμει ταύτης τῆς ὠνιακῆς ἀσφαλείας καὶ παντὶ μέρει αὐτῆς καὶ κεφαλαίῳ, ἐπὶ τὸ διηνεκές, ἰδίῳ αὐτῆς κινδύνῳ καὶ πόρῳ τῆς ὑποστάσεως αὐτῆς, οἱ πάντες ὁρμώμενοι ἀπὸ ταύτης τῆς λαμπροτάτης Ἀντινοέων πόλεωςἈντινοέων λαμπρᾶς πόλεως, Φλαυίῳ Ἰωάννῃ τῷ λαμπροτάτῳ καὶ αἰδεσίμῳ σκρινιαρίῳ τῆς κάτω Θηβαίδος δουκικῆς τάξεως, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Κολλούθου, ὁρμωμένῳ μὲν ἀπὸ τῆς Ἑρμουπολιτῶν, κεκτημένῳ δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ει καὶ ἸωάννηςὨσήτης ὁμογνήσιοι ἀδελφοὶ μητρὸς αὐτῶν προ γεγραμμένης ΣτεφανοῦτοςΣτεφανᾶτος, κατὰ τήνδε τὴν ἔνγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον ἑκουσίᾳ γνώμῃ καὶ προαιρέσει διὰ ἀμετανοήτῳ καὶ ἀδόλῳ βουλήσει, ὀρθῇ διανοίᾳ, ἅμα δὲ καὶ ὀμνύμενοι τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, πεπρακέναι σοὶ τῷ αὐτῷ λαμπροτάτῳ Ἰωάννῃ σκρινιαρίῳ καὶ καταγεγραφέναι πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ ἐπὶ αἰωνίᾳ δεσποτικῇ κατοχῇ, τὸ ὑπάρχον ἡμῖν καὶ περιελθὸν εἰς ἡμᾶς ἀπὸ κληρονομίας τοῦ μακαριωτάτου ἡμῶν πατρὸς Χριστοδώρου διακόνου δίμοιρον μέρος οἰκίας, τουτέστιν κελλία τρία, ἤτοι κοιτῶνα ἕνα μὲν ἐν τῇ παραδρομίδι νεύοντα εἰς βορρᾶν, τοὺς δὲ ἄλλους δύο τόπους νεύοντας εἰς βορρᾶν, ὡς εἴρηται, ἐπὶ τὴν αὐλὴν καὶ ἀπὸ λιβὸς ἀριστητηρίου εἰς λίβαερλικα ἐπὶ τὸν πεσσόν μετὰ τοῦ τούτου δώματος καὶ θ πρὸς τοῦ αὐτοῦ ἀριστητηρίου δῶμα μετὰ τοῦ ἐπιβάλλοντος διμοίρου μέρους τοῦ φρέατος καὶ τῆς αἴθρου καὶ τῆς εἰσόδου καὶ ἐξόδου, κατὰ κοινωνίαν Θεοφίλης εἰς τὰ ὑπόλοιπα μέρη εἰς συμπλήρωσιν τῆς πάσης οἰκίαςοἰκείας. τῆς εἰρημένης οἰκείας, διακειμένης ἐπὶ τῆς Ἀντινοέων ἐν τῷ γ γράμματι πλινθείῳ δ νοτείῳγράμματιπλινθείῳ δ ε νευούσης εἰς ἀπηλιώτην. γείτονες ταύτης νότουνότοι οἰκίαοἰκεία τῶν κληρονόμων τοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.