no image
DDbDP-text
Order for a Loan of Seed via HGV-meta
Order of the strategos for a loan of seed wheat to a farmer. An order from Aemilius Theon, strategos of the Hermopolite nome, with the royal scribe Dionysammon, to the sitologoi of two villages to measure out about 34 1/2 artabas of seed wheat to the farmer Julius Akrabanos, after deduction for the new-measure difference. It is dated Phaophi 16 of year 7 of Septimius Severus and Caracalla. machine translation
Linked by Trismegistos ID
TM 22577.
Each record below describes this same artifact or text from a different angle.
πυροῦ ἀρτάβαι λδ γ η μη
Αἰμίλιος Θέων στρατηγὸς Ἑρμοπολίτου
σιτολόγοις Θότεως Θύνιος
χαίρειν. μετρήσατε συνεπιστέλλοντος Διονυσάμμωνος
βασιλικοῦ γραμματέως
Ἰουλίῳ Ἀκραβανῷ γεωργῷ διαπεμφθέντι ὑπὸ Ἰουλίου Ἡρωνιανοῦ τοῦ ἐπὶ τῆς εἰρήνης ἐπεὶ
ᾐτήσατο ἐπισταλῆναι τοῖς σιτολόγοις
τοῖς
προειρημένοις τα[…] …
καὶ τἆλλα σὺν τοῖς …[…]…ς
μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ζ ἔτους
τὰς ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας λε, ὑπολογήσαντες ὑπὲρ ἑκατοστῆς α 𐅵 διαφόρου μέτρου καινοῦ παρὰ τὸ παλαιὸν ἀρτάβην μη
προστεθ τῷ κυριακῷ λόγῳ, λοιπαὶ
πυροῦ καθαροῦ ἀδόλου ἀβόλου
ἀδιπατήτου κεκοσκινευμένου μέτρῳ δημοσίῳ μετρήσι τῇ κελευσθείσῃ
ἀρτάβαι λδ γ η μη, παραλάβετε τὰς συνήθεις ἀποχὰς δισσὰς γραφομένας, ἀνάδοτέ μοι τὴν ἕτεραν.
ἔτους ζ Αὐτοκρατορόρων Καισάρων Λουκίου
Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ
Παρθικοῦ μεγίστου καὶ Μάρκου
Αὐρηλίου Ἀντωνίνου
Σεβαστῶν Φαῶφι ιϛ Αἰμίλιος Θέων στρατηγός, μετρήσατε τὰς πυροῦ ἀρτάβας
τριάκοντα τέσσαρας τρίτον ὄγδοον τεσσαρακοστόγδοον
γίνονται
πυροῦ ἀρτάβαι λδ γ η μη
Διονυσάμμων βασιλικὸς
γραμματεύς, μετρήσατε
τὰς πυροῦ ἀρτάβας τριάκοντα τέσσαρας
τρίτον ὄγδοον τεσσερακοστὸν ὄγδοον γίνονται πυροῦ ἀρτάβαι λδ γ η μηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.