no image
DDbDP-text
Brief des Architekten Herodes an Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19600.
Each record below describes this same artifact or text from a different angle.
Ἡρώδης Ἀπολλωνίωι τῶι κυρίωι χαίρειν. οὐ πάντως λανθάνει σε τὰ ἐπείγοντα ξυλικὰ ἔργα τῶν τε ἱερῶν καὶ τῆς ξενίας, ὧν χάριν μόγις ἐπεστήσαμεν τῇ β τῶν ἐπαγομένων τὰ τῆς συμφωνίας θυρώματα τοῦ ἐν τῶι αἰθρίωι κοιτῶνος καὶ γνώμης γέγονεν ὁ ἐπίτροπός σου ἐκ προτροπῆς μου συμφωνῆσαι τὰς δύο θύρας τοῦ τε συμποσίου καὶ τῶν προσκηνίων, ἵνα ἀβαρῶς γένηται καὶ μὴ ἀπὸ ἡμερησίων μισθῶν, τὸ γὰρ τε τράγωνον πέπρισται πρὸς ταῦτα. διὰ δὲ τὸ ἀπογεγενῆσθαι τὴν τούτου θυγατέρα ἐπέσχηκε τῶι ἔργωι, ἕως ἂν ἀποθῆται τὸ πένθος, πρὸς καὶ τὸν κουφισμὸν τῶν δημοσίων ἔργων. παρακαλῶ σε οὖν, κύριε, ἐπιτρέψαι μοι πρὸς τὰς διακένους ἡμέρας κατελ θεῖν πρὸς τὸν ἀδελφὸν Ἱερακίωνος τῶι πλοίωι, ἄλλῳ γὰρ καιρῶι οὐ δυνή σομαι πεζεύειν τοὺς τόπους διὰ τὴν ἐκπόρθησιν τῶν τόπων καὶ τὴν σπάνιν γων μετακεκλη μετακεκλημέ νων ἀπελθεῖν εἰς Μέμφιν πραγμα τικῶν πρὸς τὸν διαλογισμόν, ἵνα εὐ καιρίαν λαβὼν ἐπιγνῶ, τί πράσσει Ἱερα κίων. δύο γὰρ ἡμερῶν ἐστι τὸ διάστη μαδιάστεμα. τὸ προσκύνημά σου ἐποίησα πρὸς ταῖς θυσίαις τῆς Ἴσιδος τῆι νυκτὶ γενεσίοις αὐτῆς καὶ μᾶλλον προσηυ χόμην ποιεῖν σε τὰς ἁδροτάτας προκοπάς. ἔρρωσο, κύριε. Θὼθ α. Ἀπολλωνίωι κυρίωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.