no image
DDbDP-text
Brief der Eudaimonis an ihre Tochter Aline via HGV-meta
Letter from Eudaimonis to her daughter Aline. A private letter from Eudaimonis to her pregnant daughter Aline, wishing her a safe delivery of a son and reporting on household cloth-making, the difficulty of hiring workers, her other daughter Soueros having given birth, and family news. Probably from Hermopolis. machine translation
Linked by Trismegistos ID
TM 19648.
Each record below describes this same artifact or text from a different angle.
[r]
Εὐδαιμονὶς Ἀλίνηι τῆι
θυγατρὶ χαίρειν.
εὔχομαί σε πρὸ πάντων εὐκαίρως ἀποθέσθαι τὸ βάρος
καὶ λαβεῖν φάσιν ἐπὶ ἄρρενος. τῆι κθ ἀνέπλευσας καὶ
τῆι ἑξῆς κατέσπακα. μόγις
ἔλαβον ἀπὸ τοῦ βαφέως τῆι
ι τοῦ Ἐπείφ. συνεργάζομαι
δὲ ταῖς παιδίσκαις σου κατὰ
τὸ δυνατόν. οὐχ εὑρίσκω
τὰς δυναμένας συνεργάζεσθαι ἡμῖν, ἅπασαι γὰρ ταῖς ἰδίαις κυρίαις ἐργάζονται. περιώδευσαν γὰρ οἱ ἡμῶν ὅλην
τὴν πόλιν προσσπεύδοντες
πλέον μισθόν. ἡ ἀδελφή σου
Σουεροῦς ἀπέθετο τὸ βάρος.
ἔγραψέ μοι Τεεῦς εὐχαριστοῦσα ὑμῖν, ὥστε, κυρία, ἔγνων
ὅτι αἱ ἐντολαί μου μενοῦσι.
πάντας γὰρ τοὺς αὑτῆς καταλείψασα συνεξώρμησέ σοι.
ἀσπάζεταί σε ἡ μικρὰ καὶ προσκαρτερεῖ τοῖς μαθήμασι. ἴσθι δὲ
ὅτι οὐ μέλλω θεῶι σχολάζειν,
εἰ μὴ πρότερον ἀπαρτίσω τὸν
υἱόν μου. εἰς τί μοι ἔπεμψας
τὰς κ δραχμὰς, ὅτε οὐκ εὐκαιρῶ; ἤδη
πρὸ ὀφθαλμῶν ἔχω, ὅτι γυμνὴ
μενῶ τὸν χειμῶνα. ἔρρωσο. Ἐπεὶφ κβ.
ἡ γυνὴ Εὐδήμου ἀκίνητός μου ἐστὶν καὶ χάριν ἔχω αὐτῆι.
[v]
Ἀλίνηι θυγατρίSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.