Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.brookl.8

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίουαηλιου ΚομμόδουΚομόδου Σεβαστοῦ Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, μηνὸς Ἀρτεμισίου Φαμενώθ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦ σιν ἀλλήλοις Ἀφροδισία Σαβείνου τοῦ Μύσθου μητρὸς Ἀμμω ἀπὸ τῆς μητροπόλεως ὡς ἐτῶν λα οὐλὴ ὀφρύι ἀριστερᾷ μετὰ κυρίου Ἀχιλλᾶτος Ὡριγένους τοῦ Ἡρακλείδου μητρὸς ἀπʼ ἀμφόδου Θεσμοφορίου ὡς ἐτῶν νβ χωλαίνοντοςχωλαινωντος καὶ ὁ γενόμενος αὐτῆς ἀνὴρ Πτολεμαῖος Πτολεμαίου τοῦ Σωκράτους μητρὸς Σοήρεως ἀπὸ κώ μης Καρανίδος ὡς ἐτῶν λζ οὐλὴ γόνατι ἀριστερῷ συνῆρθαισυνῆρστθαι αὐτοὺς τὴν πρὸς ἀλλήλουςἀλλήλοις συνβίωσιν ἥτις αὐτοῖς συνεστήκει καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθʼ ἑ αυτὸν οἰκονομεῖν ὡς ἐὰν αἱρῆται· τῇ δὲ Ἀφροδισίᾳ σὺν ἑτέρῳ ἀνδρὶ ἐπισυναρμόζεσθαι ἀσυκοφαντή τῳ οὔσῃ κατὰ πάντα τρόπον, ἥντιναἥτις καὶ ἀπέχειν παρὰ τοῦ Πτολεμαίου ἥν προσηνέγκατοπροσηνέγκαντο αὐτῷ φερ νὴν χρυσικὴν καὶ ἀργυρικὴν καὶ παράφερνα πάντα, μηδὲν δʼ ἀλλήλοις ἐνκαλεῖν περὶ μηδενὸς τῶν τῆς συνβιώσεως ἀνηκόντων μηδὲ περὶ αν τὸν δὲ Πτολεμαῖον μηδὲ περὶ οὗ ἠγόρασενἠγόρανεν ἡ Ἀφ ροδισία μόνη περὶ πεδίον Ψεναρψενήσεως ἐλαιῶνος ἀρούρης τέταρτον καὶ ἄλλην περὶ κώμην Κερκεσοῦχα σιτικὴν ἄρουραν μίαν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.