Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.athen.29

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Δαισίου γ Φαρμοῦθι γ ἐν Καρανίδι τῆς Ἡρακλείδουἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Πτολεμαῖος Ἁρπο κρατίωνος ὡς ἐτῶν ἑξήκοντα τριῶν οὐλὴ καὶ ἡ τούτου ὁμοπατρία καὶ ὁμομητρία ἀδελφὴ Διδυμάριον ὡς ἐτῶν ἑβδομήκοντα δύο οὐλὴ δακτύλῳ δευτέρωι χειρὸς ἀριστερᾶς μετὰ κυρίου αὑτῆς Πτολεμαίου, Παουήτι ἀπάτορι μητρὸς Τανε φρέμμεως ὡς ἐτῶν ἑξήκοντα οὐλὴ παρʼ ἀντίχειρα χειρὸς δεξιάς ἀπέχεινἀπέχιν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι, αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτοῖς Πτολεμαίῳ καὶ Διδυμαρίῳ ἥμισυ μέρος ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα, ἃς ὤφειλεν ὁ Παουῆτις τῶι τετελευτηκότι αὐτῶν πατρὶ Ἁρποκρατίωνι Σαμβᾶ καθʼ ὁμολογίαν χρήσεως, ἣν ἔθετο αὐτῷ διὰ τοῦ αὐτοῦ γραφείου, καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι μήτε αὐτοὺς Πτολεμαῖον καὶ Διδυμάριον μήτε αὐτῷ μηδὲ τοὺς παρʼ αὐτῶν ἐπὶ τὸν Παουῆτιν μηδὲ τοὺς παρʼ αὐτοῦ, μήτε περὶ ὧν ἀπέχουσιαπεχει καθʼ ὅτι πρόκειται ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι, μηδʼ ὀφειλήματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων τρόπωι μηδενί. ὑπογραφεὺς τῶν ὁμολογούντων Πτολεμαῖος ὁ προκείμενος Πτολεμαῖος Ἁρποκρατίωνος καὶ ἡ τούτου ἀδελφὴ Διδυμάριν μετὰ κυρίου Πτολεμαίου ὁμολογοῦμεν ἀπέχειναπεχιν παρὰ τοῦ ΠαουήτιοςΠαουτιος τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσιἴκουσι, αἵ εἰσινἰσιν τὸ ἐπιβάλλον ἡμῖν ἥμι συ μέρος δραχμῶν διακοσίων τεσσαράκοντα, ὧν ὤφειλε τῷ τετελευτηκότι ἡμῶν πατρὶ Ἁρπο κρατίωνι Σαμβᾶ καθʼ ὁμολογίαν χρήσεως, ἣν καὶ φάσκομεν παραπεπτωκέναι καὶ μὴ ἐπελεύσεσθαιεπελευσεσθε περὶ μηδενὸςμηδενὲς ἐγγράπτουἐγράπτου μηδʼ ἀγρά φου καθὼς πρόκιται. Πτολεμαῖος ἔγραψα καὶ περὶ τῆς Διδυμαρίου μὴ εἰδυίας γράμματα. Παουῆτις ἀπάτωρ μητρὸς Τανεφρέμεως γέγονε εἴς με ἡ ἀπόχη καθὼς πρόκειται. ἔγραψεν μὴ εἰδότος γράμματα Ἰσχυρᾶς ἐπιτηρητὴς σεσημείωμαι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.