Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kron.12

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου Μεσορὴ κη, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ἀφροδισία ἡ καὶ Πτο λεμαῒς Ἰσιδώρου ὡς ἐτῶν εἴκοσι πέντε ἄσημος μετὰ κυρίου τοῦ ἀδελφοῦ Μενελάου τοῦ και ειου ὡς ἐτῶν τριάκοντα οὐλὴ Κρονίωνι Χεῶτος ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ δακτύ λωι μικρῶι χειρὸς ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ Κρονίωνος πυροῦ ἀρτάβας εἴκοσι ἃς ὤφειλενὤφιλεν ὁ Κρονίων ἀγράφως Ἑλένῃ Ἡρώδου, μητρὶμητρεὶ Ἡρακλείδου Διδύμου Νεωτέρου Ἡρώδου, κεκοσμη τευκότος γενομένου καὶ μετηλλαχότος τῆς Ἀφροδισίας ἀνδρὸς, αὐτῇ ὀφειληθείσας διὰ ὁμολογίαςὁμολογείας ἐπὶ τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ Ἐπεὶφ πέμπτῃ καὶ εἰκάδι διὰ τοῦ αὐτοῦ γραφείου, ἣν καὶ ἀναδέδωκεν αὐτῶι εἰς ἀκοίρω σιν, ἀφʼ ὧν τῶι Ἡρακλείδῃ ὀφειλομένων διατα γέντων ὑπʼ αὐτοῦ τῇ Ἀφροδισίᾳ κατὰ διαθήκην ἐπὶ τοῦ διεληλυθότος ὀκτωκαιδεκάτου ἔτους Ἐπεὶφ ἐννεακαιδεκάτῃ διὰ τοῦ γραφείου Τεβτύνεως καὶ μὴ ἐπε λεύσεσθαι τὴν Ἀφροδισίαν πρὸς τὸν Κρονίωνα περὶ τούτων μηδὲ περὶ ἄλλου Ἡρακλείδου ὀφειλήματοςὀφιλήματος μηδὲ περὶ ἑτέρου μηδενὸς ἁπλῶς πράγματος μέχρι νῦν μὴ ἐλαττουμένης τῆς Ἀφροδισίας περὶ ὧν ἀπέχει ὡς πρόκιται Μενέλαος ὁ καὶ ειος ἐπιγέγραμμ αι τῆς ἀδελφῆς μου κύριος ἀπολαμβανο ύσης πᾶσι τοῖς προκειμένοις τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσιἴκοσι καθὼς πρόκιται. Ἀφροδισία ἀπέχω τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσιἴκοσι . Κρονίων γέγονε εἴς ἐμε ἡ ἀποχή. ἔγραψε ὑπὲρ αὐτῶν Ἀπολλώνιος μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.