Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.2.71
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους του Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Καισαρείου Μεσορὴ ἐνάτῃ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἀμμωνᾶς ἀπὸ κώμης Τεπτύνεως ὡς ἐτῶν δύο οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι Ἥρωνος τοῦ Πασίωνος ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν εἴκοσι ἑνὸςἓν ἀσήμῳ, μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διὰ Σαβείνου ἱερέως ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ ἀντί γραφον ὑπόκειται Πλουτίωνος Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, ἔχειν τὸν ὁμολογοῦντα Ἀμμωνᾶν παρὰ Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος ἐν προσφορᾷ τὴν φερνὴν χρυσίου δοκιμείου σταθμῷ Ἀρσινοειτικῷ τετάρτας δύο αἵ εἰσιν ἐνωτί ων ζεῦγος καὶ ἱμάτιον λευκὸν ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα . συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμ πτως ὡς καὶ πρότερον, τοῦ Ἀμμωνᾶτος ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν, αὐτῆς δὲ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει. ἐὰν δὲ διαφορᾶς γενομένης χωρίζονται ἀπʼ ἀλλήλων, ἀποδότωἀποδώτω ὁ Ἀμμωνᾶς τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι τὴν προκειμένην φερνὴν χρυσίου τετάρτας δύο ἐν τῷ αὐτῷ κοσμαρίῳ καὶ τὰ ἱμάτια σὺν τῷ ἀποδέοντι ἢ τὴν προκειμένην αὐτῶν συντίμησινσυντείμησιν ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίας ἀπαλλαγῆς ἐν ἡμέραις ἑξήκοντα , γενομένης τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονί δι τῆς πράξεως ἔκ τε τοῦ Ἀμμωνᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. γέγονεν δὲ αὐτοῖς ἐξ ἀλλήλων θυγά τηρ Εὐδαιμονὶς μὴ ἀναγεγραμμένη μέχρι νῦν. ὑπογραφεὺς τοῦ Ἀμμωνᾶτος Ἁρποκρατίων Νεμεσᾶ τοῦ Λεωνίδου ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔστι δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον· Σαβεῖνος ἱερεὺς ἐξηγητὴς καὶ ἀρχιπρύτανις τοῖς τὰ ἀρχεῖα πραγματευομένοις χαίρειν. τοῦ δοθέν τος μοι ἀξιώματος Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος Ἥρωνος ἴσονεἴσον ὑμῖνὑμεῖν ἐπιστέλλεται διὰ Πτολεμαίου ὑπηρέτου τῆς ἀρχῆςἀρχῖς ἵνα συγχρηματίσητε αὐτῇ τὴν προσφορὰν ποιουμένῃ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διʼ ἐμοῦ Πλουτίωνος Πτο λεμαίου ὡς ἐτῶν τεσσαράκοντα. ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι λ Σαβείνῳ ἱερεῖ ἐξηγητῇ παρὰ Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος Ἥρωνος τοῦ Πασίωνος ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου οὗ ἑκου σίως αἱροῦμαι διὰ σοῦ Πλουτίωνος Πτολεμαίου ἀπὸ Ἀρσινοειτῶν πόλεως. βουλομένη προσενεγκάσθαι ἐν προσφορᾷ τῷ συνόντι μοι ἔτι πά λαι ἀνδρὶ Ἀμμωνᾶτι ἀπὸ τῆς αὐτῆς κώμης χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συν τιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἰδίᾳ ἀπογραφῆναι τὴν γεγονυῖαν ἡμῖνἡμεῖν ἐκ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα, ἐμποδίζομαι μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου κύριον διὰ τὸ μὴ περιεῖναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν ἀδελφοὺς μηδὲ υἱούς. ὅθεν αἱρούμενη διὰ σοῦ τὸν προγεγραμμένον Πλουτίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συνχρηματίζειν μοι αὐτὸν τὸν Πλουτίωνα τὴν προσφορὰν ποιουμένῃ ἵνʼ ὦ φιλανθρωπημένη. ἔρρωσο. Πτολεμαῖος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρε της μετενήνοχα. Ἀμμωνᾶς ὁμολογῶ ἔχειν παρὰ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος διὰ χειρὸςχιρο χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἐπὶ τοῦ χωρισμοῦχορησμοῦ ἀποδώσωἀποτώσω τὴν προκειμένην φερνὴν ὡς πρόκειται. Ἁρποκρατίων Νεμεσᾶ ἔγραψαἐγρα ὑπὲρ αὐτοῦαὐτῶ ἀγραμμάτου ὄντος Τεφορσάϊς ἡ καὶ Εὐδαιμονὶς μετὰ κυρίου οὗ ἑκουσίως ᾕρημαι ὡς πρόκειται Πλουτίωνος Πτολεμαίου προσενήνε γκα τὰ προκείμενα κοσμάρια καὶ ἱμάτια καὶ ἀπογράψομαι ἣν γέγονεν ἐξ ἀλλήλων θυγατέραθυγατηρ ΕὐδαιμονίδαΕὐδαιμονίς ὡς πρόκειται. Πλουτίων Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. ἔτους Μεσορὴ θ.Cross-references (3)
- TM-Text 12364 primary
- DDbDP-Text p.mil.vogl;2;71 tier-1
- HGV-Text 12364 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.