Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.2.268
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον. Θέωνι ἀρχιδικαστῆι καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἀμμωναρίου τῆς Ἀμμωνίου τοῦ Διονυσίου, ὡς ἐν Πτολεμαίδι τῆς Ἑρμίου χρηματίζει, ἀστῆςαὐτῆσ καὶ τῆς ταύτης θυγατρὸς Ὠφελοῦτος τῆς Ἡρακλᾶτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τῶν δύο γυναικῶν τοῦ τῆς Ἀμμωναρίου ὁμομητρίου ἀδελφοῦ Βησαρίωνος τοῦ Ἡρᾶτος, ὡς ἐν τῆι αὐτῇ Πτολεμαίδι χρηματίζει, καὶ παρὰ Γαίου Κλαυδίουτου κ Ἀντιφάνους τοῦ Ἀμμωνίου τῶν ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως. συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε, ὥστε εἶναι ἡ Ἀμμωνάριον καὶ ἡ Ὠφελοὺς εὐπιθεῖς γεγονυῖαι καὶ ἀπεσχηκυῖαι παρὰ τοῦ Ἀντιφάνους διὰ χειρὸς ἐξ οἴκου ὃ καὶ ἐπείσθησαν κεφάλαιον, ἡ μὲν Ἀμμωνάριον ἀνθʼ ἧς προσ ηνέγκατο τῷ τοῦ μὲν Ἀντιφάνους πατρὸς ἀδελφοῦ δε τῆςδετῆςἀδελφῶι τῆς δὲ Ὠφελοῦτος πατρὶ ἑαυτῆς δὲ γενομένωι καὶ μετηλλαχότι ἀνδρὶ Ἡρακλᾶτι Ἀντιφάνους τῶν ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως φερνῆς τιμῆςτειμῆς ἀργυρίου δραχμῶν ὀκτακοσίων κατὰ συνχώρησιν τὴν τελειωθεῖσαν διὰ τῆς ἐφημερίδος ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἡ δὲ Ὠφελοῦς καὶ αὐτὴαὐτηι ἐξέσταται τῶι Ἀντιφάνει τοῦ κατʼ αὐτὴν μέρους τῶν ὑπὸ τοῦ μετηλλαχότος αὐτῆς πατρὸς Ἡρακλᾶτος ἀπολελειμμένωνἀπολελιμμένων πάντων, καὶ εἶναι ἄκυρον τὴν δηλουμένην τοῦ γάμου συγχώρησιν καὶ μηδεμίαν τῆι Ἀμμωναρίωι καὶ τῆι Ὠφελοῦτι μηδʼ ἄλλωι ὑπὲρ αὐτῶν καταλείπεσθαικαταλίπεσθαι ἔφοδον ἐπὶ τὸν Ἀντιφάνη μηδὲ ἐπὶ τὰ τοῦ Ἡρακλᾶτος ἀπολελειμμέναἀπολελιμμένα, τῇ μὲν ἈμμωναρίῳἈμμωνάριον μήτε περὶ τῆς διευλυτημένης φερνῆς, τῇῇ δὲ ὨφελοῦτιὨφέλους μήτε περὶ τῶν ἐξεσταμένων καθὼς πρόκειται, ἀμφοτέραιςἀμφοτέροις δὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου πράγματος τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἢ τὴν ἐσομένην ἔφοδον ἄκυρον καὶεαι ἀπρόσδεκτονπρόσδεκτον ὑπάρχειν. ἐν δὲ τοῖς προκειμένοις οὐκ ἔνεστι σωματισμός· ἀξιοῦμεν ὡς καθήκει. ἔτους δ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νερωνείου Σεβαστοῦ γ. ἀντίγραφον. Ἀπολλώνιος. κατακεχώρισται. μὴ ἐλαττουμένου τοῦ Ἀντιφάνους ἐν τῇ ἐπα οὗ ἐπρίατο παρʼ αὐτοῦ μέρους αἰθρίου ἀκολούθως τῇ εἰς αὐτὸν γεγονυίᾳ καταγραφῇ.Cross-references (3)
- TM-Text 20539 primary
- DDbDP-Text p.oxy;2;268 tier-1
- HGV-Text 20539 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.