Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.goodsp.13

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιος Σιλβανὸς Ἀκῆτος μητρὸς Θερμούθιος ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ ἐποικίουἐποκίουἐποικίαςἐποκίας Διοδώρου τοῦ μεγά λου Ἑρμοπολίτου νομοῦ Αὐρηλίῳ Ἀσκληπιάδῃ Ἀδελφίου ἄρξαντι βουλευτῇ Ἑρμουπόλεως τῆς λαμπροτάτης χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ καταγεγραφηκέναι σοι κατὰ τήνδε τὴν δισσὴν ἔγγραφονἐγγραφὴν ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὕπαρχόν μοι ἀπὸ δικαίου συνχωρήματος Κοπρέου ψιλὸν τόπον ἀπὸ διαιρέσεωςδιαθέσεως παλαιᾶς συμπτωσίμουσυμπτωσιμοις οἰκίας ἐπιπέδουἐπιπαίδου ἀτειχί στουἀτιχίστου οἵας ἐστὶν διαθέσεως ἐπὶ τοῖς ἐνοῦσι θεμελίοις σὺν τῷ ἀνήκοντι μέρι τοῦ φρέατος καὶ τοῖς ἄλλοις χρηστηρίοις καὶ ἀνήκουσι πᾶσιπᾶσει καὶ εἰσόδοις καὶ ἐξόδοις ἐν τῇ αὐτῇ Ἑρμουπόλει ἐπʼ ἀμφόδουἀμφόδουἐμφόδου Φρουρίου λιβὸς ἐν ῥύμῃ λεγομένῃ ἈσυγκριτίουἈσυγκρητίου γείτονεςγίτονες νότου καὶ ἀπηλιώτου σου τοῦ ὠνουμένου βορρᾶ καὶ λιβὸς δημόσιαι ῥύμαι τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων ἑκατὸν γίνεται ἀργυρίου τάλαντα ρ ἅπερ αὐτόθι ἀπέσχον παρά σου τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ σὲ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῆς πεπραμένης σοι ὡς πρόκειται παλαιᾶς οἰκίας ἤτοι ψιλοῦ τόπου κυριείανκυρίανκυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῆσθεαἱρῆσθαι τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαίἐπελεύσασθαί με μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπί σε τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδοςἥ τε ἔφοδοςἡ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρά σου τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην· καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δη μοσίῳ ἀρχείῳ κατακειμένη, ἣν καὶ δισσήν σοι ἐξεδόμηνἐξεδόμηνἐξεδόμεν· ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἀντωνίου Μαρκελλίνου καὶ Πετρωνίου Προβίνου τῶν λαμπροτάτων Φαρμοῦθι ϛ. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενοςπροκίμενος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι ὡς πρόκειται. Αὐρήλιος Μέλας Διδύμου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Πινουτίων συναλλαγματογράφος διʼ ἐμοῦ ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.