Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
cpr.17A.17bdupl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Παῆσις Βήκιος μητρὸς Ταύριος ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Τερτενβύθεως τοῦ Ἑρμοπολίτου νομοῦ ἈδελφίῳἈδελφιός Ἀδελφίου γυμνασιάρχῳ βουλευτῇ Ἑρμου πόλεως τῆς λαμπροτάτης χαίρειν· ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον κατὰ τήνδε τὴν δισσὴν ἔγγραφον ἀσφάλειαν τὰς ὑπαρ χούσας μοι περὶ πρακτορίαν Τερτενβύθεως ἐκ τοῦ Ξένωνος κλήρου ἀρούραςἀρουρῶν ἑπτὰ ὧν γείτονες Νότου γύης, Ἀπηλιώτου Βῆκιος Μούιτος ἀπὸ τῆς αὐτῆς, Βορρᾶ Ἰβόιτος Παήσιος ἀπὸ Πρέρη, Λιβὸς διώρυγος Παμούνιος Ἑρμίνου ἀπὸ Πρέρη, τὴν δὲ πρὸς ἀλλήλους συνπεφωνημένην τιμὴν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα εἴκοσιἴκοσι, γίνεται ἀργυρίου τάλαντα κ αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου κατὰ τήνδε τὴν δισσὴν ἔγγραφον ἀσφάλειαν διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲσαὶ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῶν πεπραμένων σοι ὡς πρόκειται κατοικικῶν ἀρουρῶν ἑπτὰ κυρείανκυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τῶν τούτων ζητουμένων ὑπὲρ τῶν παρῳχημένων χρόνων μέχριμέχρει τοῦ διεληλυθότοςδιεληλυθότως ἔτους τῆς δεκάτης ἰνδικτίωνος καὶ αὐτῆς ὄντων πρὸς μὲσαὶ τὸν πωλοῦντα τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους τῆς εὐτυχῶς ἑνδεκάτης ἰνδικτίωνος ἐπὶ τὸν ἑξῆς χρόνον ὄντων πρὸς σὲαι τὸν ὠνούμενον διὰ τὸ εἶναί σοὶ ἐκφόρια καὶ φόρους τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσασθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲσαὶ τὸν ὠνούμενον μηδʼ ἐπὶἐπεὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπεξέλθωἐπεξλθω ἢ μὴ βεβαιῶ ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τεδε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳἀρχίῳ κατακειμένηκατακιμενω ἣν καὶ δισσήν σοι ἐξεδόμην. ἐντεῦθεν εὐδοκῶ ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ϛ καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, Παῦνι δ. Παῆσις Βήκιος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσειδημοσιώσι ὡς πρόκειται. Φιβίων Ἑρμοπολίτης ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδδότοςCross-references (3)
- TM-Text 17715 primary
- DDbDP-Text cpr;17A;17bdupl tier-1
- HGV-Text 17715 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.