no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10311.
Each record below describes this same artifact or text from a different angle.
ἐπὶ χρόνον ἔτη ἀπὸ τοῦ ἑπτακαιδεκάτου καὶ ἑκκαιδε κάτου καὶ ἐνάτου ἔτους, ἐκφορίου κατʼ ἔτος ἕκαστον τῆς ἀρούρης πυροῦ ἀρταβῶν ἡμίσους ἀνυπολόγων καὶ ἀκιν δύνων, καὶ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα περιχωματισμοὺς ποτισμοὺς ὑποσχισμοὺς διβολητὸν καὶ χωμάτων ἀναβολὰς καὶ τὰ ἄλλα πάντα ὅσα καθήκεικαθήκι ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δʼ ἐκφόριον ἀποδώσω κατʼκαθʼ ἔτος ἕκαστον μηνὶ Παῦνι ἐν τῇ αὐτῇ κώμῃ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς τοὺς κτήτορας, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ καλάμης καθὼς καὶ ἐγὼκἀγὼ παρέλαβα, ἐὰν φαίνεται μισθῶσαι. καὶ ἐπερωτη θεῖσα ὡμολόγησα. Αὐρηλία Σερηνίλλα διʼ ἐμοῦ Ζωίλου υἱοῦυἱῶ μεμίσθωκα ὡς πρόκιται. Αὐρήλιοι Γέμελλος καὶ Πασιγένης διʼ ἐμοῦ Ἰσιδώρου καὶ Πτολλᾶς καὶ Οὐαλᾶς μεμισ θώκαμεν ὡς πρόκειται. Ἰσίδωρος ἔγραψα καὶ ὑπὲρ Πτολλᾶ καὶ Οὐαλᾶ ἀγραμμάτων. ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους τῶν κυρίων ἡμῶνμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτωνἐπιφανεστων Καισάρων, Φαῶφι ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.