no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10431.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ζωίλῳ Ἀπολλωνίου πρυτανικῷ καὶ ἐξηγητικῷ ὑπηρέτῃυπερετη καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μη τρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχού σας σοι περὶ κώμην Κερκεσούχων Ἀγορᾶς ὄντων ρι ὁριοδεικτίανὁριοδικτίαν Καρανίδος ἐν τόπῳ Ἱππαεῖ λεγομένῳ δημοσίας γῆς ἀρούρας τέσσαρας , ἐν δὲ τόπῳ Καλεῖξ λεγομένῳ ἰδιωτικὰς ἀρούρας τέσσαρας ἥμισυ , ἐν τῷ αὐτῷ τόπῳ ἄλλην ἰδιωτικὴν ἄρουραν α 𐅵 πάσας ἀρούρας ι ἢ ὅσαιὅσας ἐὰν ὦσι, ἐπὶ χρόνον ἔτη τρία ἀπὸ σπόρου τοῦ ἐνεστῶτος β ἔτους, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν εἴκοσι , γίνονται ἀρτάβαι κ, ἀνυπολόγων καὶ ἀκινδύ νων, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλείπειν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον ἀλλὰ καὶ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκεικαθήκι ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κα τʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ τῶν δη μοσίων πάντων ὄντων πρός σε τὸν κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ ἀναπαύματος καὶ καλάμης ἐξ ἴσου, ἐὰν φαίνηται μισθῶσαι. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιττίου Δομιττιανοῦ Σεβαστοῦ Θὼθ α. Αὐρήλιος Ζωίλος μεμίσθωκα ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.