no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10312.
Each record below describes this same artifact or text from a different angle.
βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ μὲν κώμην Κερκε σοῦχα Καρανίδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε καὶ περὶ κώμην Πτολεμαίδα Νέαν ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο , γίνονται ἐπὶ τὸ αὐτὸ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ζ, ἢ ὅσαιὅσας ἐὰν ὦσι, ἐπὶ χρόνον ἔτη τρίατρεία ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους ἄνευ ἐκφορίου ἐφʼ ᾧ με τὸν μισθούμενον ὑπακοῦ σαι πάντα τὰ ἀπαιτούμεναπαιτούμενα ὑπὲρ τῶν ἀρουρῶν δημόσια πάντα, τοῦτʼ ἔστιν τό τε σι τικὸν μέτρημα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ κ ἔτους καὶ ιθ ἔτους καὶ ιβ ἔτους ἐπὶ τὸν προκίμενον τρι ετῆ χρόνον ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσταιἐξέσθαι μοι ἐντὸς τοῦ χρόνου προλείπεινπρολείπιν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον ἀλλὰ καὶ ἐπά ναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιῶν τῶν δημοσίων πάντων ὡς προείρηται τοῦ τε σιτικοῦ μετρήματος καὶ ἀν νωνῶν καὶ πασῶν ἐπιβολῶν καὶ τῆς θείας διατυ πώσεως ὄντων πρός με τὸν μισθούμενονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.