no image
DDbDP-text
Letter from Herocas to Iercuis via HGV-meta
Letter from Herokas to his sister Ierkuis about a loan and a tunic. A private letter from Herokas to his sister Ierkuis, found at Karanis and dating to the 3rd century AD. He tells her that a woman named Herousat owes him 400 drachmas, asks her to collect the money with interest and have a tunic made for him, mentions gifts sent, sends greetings, and complains that she never writes. machine translation
Linked by Trismegistos ID
TM 30621.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἡρωκᾶς Ἰερκυῖτι τῇ ἀδελφῇ πολλὰ χαίρειν.
τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν
παρὰ τῷ μεγάλῳ Σαράπιδι. γινώσκειν σε θέλω ὅτι
ἔλαβε παρʼ ἐμοῦ Ἡροῦσατ δραχμὰς τετρακοσίας . ἐὰν διδῇ αὐτὰς δέξαι αὐτὰ
τόκου τῆς μνᾶς δραχμῶν τεσσάρων
ἀπὸ τοῦ Παχὼν μηνὸς Ἑλλήνων. ἐὰν
αὐτὰς λάβῃς ποίησόν μοι ἐξαυτῆς στιχάριν. ἔπεμψα ……ῳ σφυρίδιν καρυδίων, καὶ Πτολεμαίῳ ἔδωκα πινάκια
…ρω… καὶ ἐὰν ἐνέγκῃ σοί τις ἐπιστολὴν Πασίων λεγόμενος ἐξέτασον αὐτὸν
μελέτῃ καὶ δὸς αὐτῷ τὸ στιχάριν. καὶ ἐκτίναξον αὐτὰ μὴ ἁλόβρωτα γένηται.
ἀσπάζομαί σε καὶ τὸν ἄνδρα σου καὶ τὰ παιδία σου. ἀσπάζομαι …εν… καὶ τὰ παιδία Δημητρίου. ἀσπάζομαι Περ…[…]…
καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ παιδία.
ἰδοὺ πόσας σοι ἐπιστολὰς ἔπεμψα καὶ
σύ μοι οὐδὲ μίαν ἔπεμψας. καὶ ἵνʼ εἰδῇς, ὁ πατήρ μου κʼ ἡ μήτηρ πάλιν ε…ραν μοι
[… ? lines lost …]
[…] ἐπιστολήν.
[v]
ἀπόδος Ἰερκυῖτι ἀπὸ Ἡρωκᾶ ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.