no image
DDbDP-text
Petition to a Prefect of Egypt via HGV-meta
Linked by Trismegistos ID
TM 10397.
Each record below describes this same artifact or text from a different angle.
Αἰλίωι Πουβλίωι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Κηρανίδος τοῦ Ἀρσινοείτου νομοῦ. πρᾶγμα δεόμενον τῆς σῆς ἐξετάσεως διὰ ταύτης μου τῆς ἀξιώσεως, ἡγεμὼν κύριε, παρατίθημι τῇ σῇ ἀρετῇ εὔελπις ὢν βοηθείαςβοηθίας τῆς ἀπὸ σοῦ τυχεῖν. τὸ δὲ πρᾶ γμα οὕτως ἔχει. ἁλωνίας μου ἐπικιμένης ἀπὸ συνκομιδῆς ἀρουρῶν ἕνδεκα περὶ πεδίονπαιδίον τῆς αὐτῆς κώμης Κερανίδος αὐτός τεται ἐγὼ γενόμενος ἐπὶ τὴν ταύτης αὐτοψίαναὐτοψείαν πρὸς τὸ τὴν τῶν γεωργικῶνγεωργεικῶν ἔργων αν ἀπαλλαγὴν ποιήσασθαι κατὰ τὴν κζ τοῦ Μεσορὴ μηνὸς τοῦ διελθόντος ἔτους εὗρον τὴν προειρημένην ἁλωνίαν ὡς ὑπὸ κακούργων ἐνπρησθεῖσανἐνπρησθεισα καὶ τιδουειν τῇ ἀκολου θίᾳ χρησάμενος βιβλία ἐνμάρτυρα ταῦτα ἐπιδέδωκα τῇ στρατηγίᾳ ἀξιώσας ὑπηρέτην ἀποσταλῆναιἀποσταλῆνε πρὸς τὸ κατελθόντα ἔνθα τὸ ἀτόπημα ἐγένετο καὶ ἐπιδόντα προσφωνῆ σαι, καθὸ προσεφώνησεν τοῦτο. πολυπραγμονοῦντος δέ μου ἔμαθον ἐκ τεκμηρίων τοὺς τοῦτο τολμήσαντας, λέγω δὴ Ἀκοτᾶν υἱὸν Γερμανοῦ καὶ Χαιρήμωνα υἱὸν Πτολεμαίου Ἁρβαου ἀπὸ τῆς αὐτῆς κώμης Κηρανίδος καὶ Ἥρωνα υἱὸν Μουρανοῦ ἀπὸ κώμης Πτολεμαίδος Νέας, πυνθανόμενος περὶ τούτου τῶν τῆς κώμης δημοσίων Σώτα καὶ Λεω νίδου τίνες ἂν εἴησαν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην τούτῳ τῷ τόπῳ παρεμφανέντες, οἵτινες αὐτὰ τὰ ὀνόματα ὑπέβαλον, καὶ περὶ τούτου ἕτερα βιβλία ἐμαρτυρόμηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.