Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.4.229

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τιβερίωι Κλαύδιωι Σερήνωι ἱερεῖ ἀρχιδικαστῆι παρὰ Διογενοῦς τοῦ Χρατίωνος τῶν ἀπὸ κώμης Τεπτύνεως τοῦ Ἀρσινοείτου· ἐν διαφορᾷ ὢν πρὸς τὴν γυναῖκά μου, οὖσαν καὶ ἀδελφήν, ἐσυλήθην τῶν ἐν τῇ οἰκίᾳ μου ὑπὸ ληστηρίου ἐκπεφορημένων μετὰ ταῦτα κεα ταεοπτολεμαοω ἑαυτῆς ἀδελφω εκτοντασηθς οἰκίας ἕτερον ἔσχεν υἱὸν ἀφήλικα· ἀνελθόντος δὲ μοῦ ἀπὸ Ἀλεξανδρείας ἡ προγεγραμμένη μου θυγάτηρ Πτολέμα, συνεργήσασα τῇ μητρὶ αὐτῆς ἠρνήσατο ἃ παρεθέμην αὐτῇ· ὡσαύτως δὲ καὶ ἡ μήτηρ αὐτῆς ἃ ἔχω ἐπʼ ὀνόματος αὐτῆς χρέα καὶ ὑπάρχοντα καὶ ἄλλα ἐπείρασεν ἀποστερέσαι· αἰτουμένης δὲ τῆς Πτολέμας περιλυθῆναι αὐτῆς τὸν γάμον ὑπὲρ τοῦ ἀπενέγκασθαι τὰ ἐμὰ καὶ διασπαθῆσαι, ἦλθον ἐπὶ Αἴλιον Νουμισιανὸν στρατηγὸν τοῦ Ἀρσινοείτου, ἐφʼ οὗ ἔνια ὡμολογήθη ὅθεν ἐξουσίαν ἔχων τῆς θυγατρὸς κατὰ τοὺς νόμους ἀξιῶ σε, κύριε, ἐάν σοι δόξῃ, γράψαι τῷ αὐτῷ στρατηγῷ Αἰλίῳ Νουμισιανῷ πρὸ τῆς τοῦ γάμου περιλύσεως τὴν ἐξέτασιν τῶν λοιπῶν ποιήσασθαι· καὶ τῷ δὲ γενομένῳ ἐπιστρατήγῳ Ἰουλίῳ Πετρωνιανῷ διὰ βιβλιδίουβιβλειδίου ἐνέτυχον, ὃς ὑπέγραψεν τὸν αὐτὸν στρατηγὸν πέρας ἐπιθεῖναι τῷ πράγματι· ἐπεὶ οὖν, ἐπιγνοῦσαι αἱ ἀντίδικοι τοῦτο, ἐπί σε κατῆλθον οἰόμεναι δύνασθαι παραλογίσασθαι, ἀναφέρω σοι ἵνʼ εἰ δῇς καὶ ἀναγκαίως ἀξιῶ σε τῷ στρατηγῷ γράψαι ἵνʼ ὦ βεβοηθημένος·

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.