no image
DDbDP-text
Petition to a Prefect of Egypt via HGV-meta
Petition to the prefect about arson of a threshing floor at Karanis. Petition from Aurelius Isidoros of Karanis to Aelius Publius, prefect of Egypt, about the arson of his threshing floor holding the harvest of 11 arouras. He names three men as culprits, identified through inquiries with village officials, and seeks the prefect's help. Written in AD 299 at Karanis. machine translation
Linked by Trismegistos ID
TM 10397.
Each record below describes this same artifact or text from a different angle.
Αἰλίωι Πουβλίωι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Κηρανίδος
τοῦ Ἀρσινοείτου νομοῦ. πρᾶγμα δεόμενον τῆς σῆς ἐξετάσεως
διὰ ταύτης μου τῆς ἀξιώσεως, ἡγεμὼν κύριε, παρατίθημι
τῇ σῇ ἀρετῇ εὔελπις ὢν βοηθείας τῆς ἀπὸ σοῦ τυχεῖν. τὸ δὲ πρᾶγμα οὕτως ἔχει. ἁλωνίας μου ἐπικιμένης ἀπὸ συνκομιδῆς
ἀρουρῶν ἕνδεκα περὶ πεδίον τῆς αὐτῆς κώμης Κερανίδος
αὐτός τε ἐγὼ γενόμενος ἐπὶ τὴν ταύτης αὐτοψίαν πρὸς τὸ τὴν τῶν
γεωργικῶν ἔργων ἀπαλλαγὴν ποιήσασθαι κατὰ τὴν κζ τοῦ Μεσορὴ μηνὸς
τοῦ διελθόντος ἔτους εὗρον τὴν προειρημένην ἁλωνίαν ὡς ὑπὸ
κακούργων ἐνπρησθεῖσαν καὶ τιδ…ου…[…]ειν τῇ ἀκολουθίᾳ χρησάμενος βιβλία ἐνμάρτυρα […]… ταῦτα
ἐπιδέδωκα τῇ στρατηγίᾳ ἀξιώσας ὑπηρέτηνἀποσταλῆναι πρὸς τὸ
κατελθόντα ἔνθα τὸ ἀτόπημα ἐγένετο καὶ ἐπιδόντα προσφωνῆσαι, καθὸ προσεφώνησεν τοῦτο. πολυπραγμονοῦντος δέ μου ἔμαθον
ἐκ τεκμηρίων τοὺς τοῦτο τολμήσαντας, λέγω δὴ Ἀκοτᾶν υἱὸν
Γερμανοῦ καὶ Χαιρήμωνα υἱὸν Πτολεμαίου Ἁρβα…ου ἀπὸ τῆς αὐτῆς
κώμης Κηρανίδος καὶ Ἥρωνα υἱὸν Μουρανοῦἀπὸ κώμης Πτολεμαίδος Νέας,
πυνθανόμενος περὶ τούτου τῶν τῆς κώμης δημοσίων Σώτα καὶ Λεωνίδου τίνες ἂν εἴησαν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην τούτῳ
τῷ τόπῳ παρεμφανέντες, οἵτινες αὐτὰ τὰ ὀνόματα ὑπέβαλον,
καὶ περὶ τούτου ἕτερα βιβλία ἐμαρτυρόμην[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.