no image
DDbDP-text
Petition to a Prefect of Egypt via HGV-meta
Linked by Trismegistos ID
TM 10404.
Each record below describes this same artifact or text from a different angle.
Ἰουλίῳ Ἰουλιανῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου
παρὰ Αὐρηλίων Ἰσιδώρου Πτολεμαίου τεσσαραρίου καὶ Παλήμονος Τιβερίνου κουαδραρίου ἀμφοτέρων ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. …αιρ……
ἡμεῖςἐλάττονες ἄγροικοι τὰ δεινὰ πάσχομεν ὑπό τε τοῦ πραιποσίτου τοῦ πάγου Θεοδώρου καὶ τῶν κωμάρχων. καταπλήττουσιν ἡμᾶς, ὅπερ
δεικνύει τὴν προαίρεσιν τούτων τῶν παμπονήρων ἀνδρῶν, οὗτοι μὲν καταδυναστεύοντες ἐπὶ τῶν τόπων καὶ δέον φοβηθέντων αὐτοὺς τὸ μεγαλεῖόν σου συνκρότημα καθʼ ἡμῶν ποιήσαντες, καὶ ἀπαιτήσεις πεποίηνται ὡς βούλονται μερισμοὺς παρανόμους πλείστους ἐν τῇ κώμῃ οἱ κώμαρχοι ἅμα τῷ πραιποσίτῳ ὑπὲρ τὰ τριακόσια τάλαντα, καὶ ταῦτα οὐκ οἴδαμεν εἰς ποῖον λόγον ἐχώρησεν. γνῶναι οὖν σε θέλομεν καὶ διὰ τῆς σῆς μισοπονηρίας ἐπεξελθεῖν πρὸς ἐκδικίαν τούτων. ἀλλὰ μὴν καὶ ἀπὸ τιμῆς βυρσῶν καὶ τιμῆς καμήλου ἀργυρίου τάλαντα ἓξ καὶ τιμῆς ἵππου τάλαντα
πεντήκοντα, ὡς γίνεσθαι καὶ τούτων ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντα πεντήκοντα καὶ ἓξ καὶ ἀπὸ πλεονασμοῦ ἐκλήψεις ἀρταβῶν δέκα, καὶ ταῦτα εἰς τὸ
ἴδιον ἀπηνέγκαντο. καὶ τοῦ προειρημένου πραιποσίτου Θεοδώρου ἐπικρατήσαντος εἰς τὴν οἰκίαν ἑαυτοῦ θηλυκὰ κτήνη δύο ἀγορασθέντα
ὑπὸ τῆς κώμης ἀργυρίου ταλάντων τεσσεράκοντα καὶ παρʼ ἑαυτῷ τυγχάνει σήμερον, καὶ ἀπὸ τῶν αὐτῶν θηλυκῶν κτηνῶν δύο μίαν μὲν
ἡμῖν πέπρακεν ἀργυρίου ταλάντων εἰκοσιεπτὰ εἰς πραγματείαν ἡγησάμενος τὴν κώμην ἡμῶν οὐδὲν, ἀλλὰ καὶ σείσαντος τὴν κώμην πρόβατα λευκὰ τὸν ἀριθμὸν τριάκοντα καὶ ἀργυρίου τάλαντα τεσσεράκοντα ἑπτά, ἀλλὰ μὴν καὶ τὰ ἡμέτερα ὀνικὰ κτήνη τῆς κώμης ἀγγαρίους
ἄνευ μείζονος κελεύσεως εἰς μεταφορὰν φασήλου εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ τὰς ἡσυχίας οὐκ ἡμῖν ἐῶν, ἐντυχίαν σοι ποιούμεθα εὐτυχῶς ἐπιδημήσαντι ἐπὶ τῆς ἡμετέρας πατρίδος πρὸς ἐκδικίαν τῶν τολμηθέντων. ἐπεὶ οὖν οὐ χρὴ προχωρεῖν σεισμοὺς ποιεῖσθαι ὑπὸ
τοῦ πραιποσίτου Θεοδώρου ἀλλὰ καὶ μερισμοὺς ἀλόγους μὴ γενέσθαι ὑπὸ τῶν κωμάρχων ἅμα τῷ αὐτῷ πραιποσίτῳ, διὰ τοῦτο μὴ φέροντες
τὰ ἔνγραφα ἐπιδίδομεν τῇ σῇ ἀρετῇ αὐτὰ ταῦτα μεμνημένοι, δεόμενοι καὶ παρακαλοῦντες ὅπως κελεύσῃς διὰ ἱερᾶς σου ὑπογραφῆς
ἐπεξελθεῖν, τὸ σὸν μεγαλεῖον, κατά τε τοῦ πραιποσίτου καὶ κωμάρχων περὶ ὧν καθʼ ἡμῶν ἐτόλμησαν. διευτύχει.
Αὐρήλιοι Ἰσίδωρος καὶ Παλήμων ἐπιδεδώκαμεν. Αὐρήλιος Ἥρων Μέλανος ἀπὸ ἀμφόδου Φρεμεὶ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.