no image
DDbDP-text
Petition of Village - representatives via HGV-meta
Linked by Trismegistos ID
TM 21870.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αἰμιλίῳ Ῥουστικιανῷ τῷ διασημοτάτῳ διαδεχομένῳ τὰ μέρη τῶν ἐξοχωτάτων ἐπάρχων παρὰ τῶν ἀπὸ κώμης
Παείμεως τῆς πρὸς λίβα τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ διʼ ἡμῶν τῶν τοῦ ἐνεστῶτος ἔτους κωμάρχων Αὐρηλίων Πιβήκιος
καὶ Νεμεσιανοῦ. μόλις μὲν ἄν, κύριε, τοῦ δικαίου ἐν τοῖς καθʼ ἡμᾶς ἐπιτάγμασιν ὑπαρχθέντος ἡμῖν δυνηθείημεν
ὁλοκληροῦντες παντελῶς διανύειν τὰ προσήκοντα, ἐπείπερ ἐὰν πλεονεξία τις προχωρήσῃ καθʼ ἡμῶν
διʼ ἀδυναμίαν ἀναπόστατοι καταστησόμεθα. χῶμα οὖν ἐστιν δημόσιον ἐκ νότου τῆς ἡμετέρας κώμης
ἐφʼ ᾧ διάκοπος καὶ τόποι ἐκνενιμμένοι ἀναβολῆς εἰκότως δεόμενοι. τοῦτο ὑπὸ τοῦ δημοσίου γεωμέτρου συνωψίσθη δεῖσθαι ναυβίων υ, καὶ ὁ τῇ ἐπείξει τῶν χωμάτων ἐπικείμενος καθίζων ἡμᾶς
τοὺς οἰκίζοντας τοῖς τόποις ἠνάγκασεν ἀναβαλεῖν ναύβια σν. οὐ ταῦτα μὲν οὖν μόνα ἤριστο
τῇ κώμῃ ἡμῶν ἐξ οὗ καὶ τὰ ὅλα τοῦ χώματος ναύβια υ ἐπέθετο ἡμῖν ὁ ἐπὶ τῶν χωμάτων ἀναβαλεῖν,
ἀλλὰ καὶ ἐπειδὴ τῆς διαταγῆς τῶν αὐτῶν χωμάτων ὑπὸ τοῦ βοηθοῦ τοῦ στρατηγοῦ
φθάσαντος γινομένης ἴσως αἰσχροκερδίας ἕνεκα, ἀεὶ γὰρ ὁ δημόσιος γεωμέτρης
ἐπιστήμων ὢν τῶν τόπων αὐτῶν ποιούμενος τὴν ἑκάστου χώματος ἀπεργασίαν
τοῖς πλησίον οἰκοῦσι ἀκολουθεῖ τῷ ἑκάστης κώμης σχοινισμῷ,
[v]
ὁ δὲ ὡς ἔφην διὰ λῆμμα εἰς τὸ προκείμενον χῶμα διέταξεν ἡμᾶς ἐπὶ ναυβίοις ρ,
ἤδη σν ἀναβαλόντων ἡμῶν, δηλονότι τὰ λοιπὰ ρν ναύβια ἑτέροις παρασχεῖν
ἐθέλων. τοῦ οὖν πεπιστευμένου τὰ χώματα ὑπὸ τῆς ἡγεμονίας, καὶ τούτου
ἄλλου τινὸς μάρτυρος ἀμείνονος, τὴν γενομένην ὑφʼ ἡμῶν ἀπεργασίαν ἐπισταμένου,
καὶ τῆς τοῦ βοηθοῦ τοῦ στρατηγοῦ κακουργίας καταφανοῦς οὔσης, τὴν πρόσοδον ἐπὶ σὲ
ποιούμεθα διὰ τῆσδε τῆς δεήσεως δεόμενοι κελεῦσαί σε διʼ ἱερᾶς σου ὑπογραφῆς
ᾧ ἐὰν τὸ μέγεθός σου δοκιμάσῃ ἢ τῷ χωματεπείκτῃ ἀναμετρῆσαι καὶ προσδέξασθαι ἡμῖν
τὰ πάλαι ὑφʼ ἡμῶν ἀναβληθέντα εἰς τὸ αὐτὸ χῶμα ναύβια ἡμῶν ἑτοίμως ἐχόντων
ὅσαπερ ἄλλα ἡμῖν αἱρεῖ ἀπεργάσασθαι ἐν οἷς ἐτάχθημεν τόποις.
Αὐρήλιοι Πιβῆκις καὶ Νεμεσιανὸς διεπεμψάμεθα πρὸς ἐπίδοσιν. Αὐρήλιος Πλουτίων ἔγραψα
ὑπὲρ αὐτῶν ἀξιωθεὶς ὑπʼ αὐτῶν φαμένων μὴ εἰδέναι γράμματα. ὑπατείας Ἀνικίου
Φαύστου καὶ Οὐιρίου Γάλλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.