no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19797.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]δεχόμενος οὖν
τὰ παρόντα γράμματα θέλησον μετὰ πάσης συντομίας καταλαβεῖν
τὰ πρὸς ἡμᾶς — ἐνεγκὼν μετὰ σεαυτοῦ οὕσπερ ὠνοματίσαμέν σοι
ἄνδρας τῆς διοικήσεώς σου ἐν τοῖς προτέροις ἡμῶν
γράμμασιν — οὐ μὴν ἀλλʼ καὶ κατάγραφον κατὰ χωρίον τοῦ ὄντος ἀνδρισμοῦ
ἐν αὐτῷ καὶ εἴ τί ἐστι διʼ αὐτῶν διάγραφον — καὶ εἴ τι ὑπάρχει
ἑκάστῳ ἐν γῃδίοις ἀπό τε ἐν ἀμπέλῳ καὶ ἐν σπορίμῳ γῆς — καὶ
εἴ τι ἐχορήγησεν διʼ ἐνταγίων καὶ ἄνευ ἐνταγίων καὶ κατάγραφον
τῆς ὀνομασίας καὶ πατρωνυμίας τῶν ὄντων φυγάδων ἐν αὐτῷ
ἁπλῶς εἰπεῖν φανεροποιῶν ἡμῖν ἐν τῷ καταγράφῳ σου πᾶσαν εἴδησιν
μὴ διδοὺς κατὰ σεαυτοῦ παντοῖον σκάνδαλον περὶ τούτου. — ἐπετρέψαμεν δὲ
τῷ παρόντι ἀποστόλῳ μὴ ἀναμεῖναι πρὸς σὲ εἰ μὴ δύο τρεῖς ἡμέρας
ἄχρις οὗ καταλάβῃς τὰ πρὸς ἡμᾶς παραγγέλλων τοῖς κατερχομένοις
σὺν σοὶ ἀφʼ ἑκάστου χωρίου τῆς διοικήσεώς σου ἐνέγκαι μεθʼ ἑαυτῶν
τὴν λογοποιίαν τοῦ χωρίου αὐτῶν — ὅπως ἡμῶν ζητούντων
παρʼ αὐτῶν περὶ κεφαλαίου τινὸς εὑρεθῶσιν ἐν ἑτοίμῳ ἔχοντες
πᾶσαν εἴδησιν καὶ φανέρωσιν. — ἔσῃ οὖν ἐπιστάμενος ὡς οὐ μὴ
δεξόμεθα ἐκ σοῦ παντοῖον λόγον εἰς ἀφορμήν. — λοιπὸν μὴ δεηθῇς
ἑτέρων γραμμάτων ἡμῶν περὶ τούτου μετὰ τὰ παρόντα γράμματα
καὶ καταλάβῃ σε ἀνταπόδοσις ἀπολοῦσα τὴν ψυχὴν καὶ ὑπόστασίν σου.
ἐγράφη μηνὸς Φαὼφ ιβ ἰνδικτίονος ὀγδόηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.