no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9408.
Each record below describes this same artifact or text from a different angle.
[…] Μεσσίωι Αὔδακι ἑκατοντάρχῃ
[…]…[…]αν…[…] τοῦ Ἀπολλωνίου καὶ
Ἀπολλωνίου τοῦ Χαιρᾶ καὶ Ἀμμωνίου τοῦ
Ἀραβίωνος καὶ […]αρίωνος τοῦ Χαιρᾶ καὶ Εὐαγγέλου
τοῦ Εὐαγγέλου καὶ Δίου ἑτέρου Εὐαγγέλου
καὶ Πτολεμαίου τοῦ Ἀπολλωνίου καὶ Πτολεμαίου
τοῦ Σαμβᾶ καὶ Μαξίμου τοῦ Ἀπολλωνίου
τῶν ἀπὸ τῆς μητροπόλεως τῷ ἐνεστῶτι
ε ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἐδόθημεν καθʼ ἐπήρειαν ἅμα ἄλλοις οὖσιν
καὶ αὐτοῖς ἀπὸ τῆς μητροπόλεως εἰς σιτολογίαν κώμης Βακχιάδος. περὶ ἡς
οὐ καθησυχάσαντες ἐνετύχομέν σοι
καὶ ἐπέτρεπες ἡμῖν καταντῆσαι εἰς Ἀλεξάνδρειαν τ…[…]α[…] μηδὲ οὕτως ἀρκέσει
[…]…ησοι ἐνετύχομεν ἐπʼ Ἀλεξανδρείας τῶι κρατίστωι ἡγεμόνι Μινικίωι
Ἰτάλῳ, προσανέπεμψεν ἡμᾶς ἐπὶ τὸν
ἐσόμενον ἐπʼ αὐτοῦ ἐνθάδε διαλογισμόν, οἱ δὲ τῆς κώμης δημόσιοι
σιτολόγοι οὐ λήγοντες τῆς καθʼ ἡμῶν ἐπηρείας δίχα πάσης ἐξουσίας ἐπελθόντες
σὺν τῷ τῆς κώμης ἀρχεφόδωι εἰς τὰς
ὑπαρχούσας ἡμῖν ἐν τῆι κώμῃ οἰκίας
κατέαξαν ἐνίων οἰκιῶν τὰς θύρας, ἐνίων δὲ
καὶ τὰ ταμιεῖα ἐπὶ σφραγίδων ἐποιήσαντο ἐπιχειροῦντες ἀπαιτῆσαι ἡμᾶς ἔκδειαν σιτολογίας
ἧς οὐκ ἐνεχειρήσαμεν. διὸ ἀξιοῦμεν, ἐάν σοι
φαίνηται, ἐπιτρέψαι αὐτοῖς ἀποσχέσθαι ἡμῶν, ἄχρι οὗ
[…] ὁ κράτιστος ἡγεμὼν παραγενόμενος ἐπὶ τῶν τόπων διακούσῃ ἡμῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.