no image
DDbDP-text
Eingabe der Priester an den Statthalter via HGV-meta
Linked by Trismegistos ID
TM 18650.
Each record below describes this same artifact or text from a different angle.
Ποπλίωι Ὀκταίωι
παρὰ Ὥρου τοῦ Τεῶτος καὶ τῶν ἄλλων ἱερέων […]καὶ
Ἀπόλλωνος θεῶν μεγίστων ὄντων ἀπὸ κώμης Βουσίρεως
τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. περὶ κώμην[…]ἐτύχομεν
ἐδάφη ἔχοντες ἀνιερωμένα καὶ πρόσοδον κατὰ διαδοχὴν τῶν
γονέων ἡμῶν πυροῦ ἀρτάβας ἑκατόν. τῶι δὲ ἔτει ἀνειλημμένων
εἰς τὸ δημόσιον τῶν ἐδαφῶν διετα…[…]σύνταξιν
πυροῦ ἀρτάβας ἑκατὸν καὶ ἀπὸ τῶν προσόδου[…]
πυροῦ ἀρτάβας ἑκατόν, ὥστε εἶναι τὰς πάσας διακοσίας κατʼ ἔτος
ἀπὸ τοῦ ια ἔτους Καίσαρος μέχρι τοῦ ιθἔτους[…]καὶ εἰς τὰς
ὑπὲρ τοῦ θεοῦ καὶ κυρίου Αὐτοκράτορος Καίσαρος καθηκούσας
θυσίας καὶ σπονδὰς καὶ εἰς τὰς συντελουμένας ὑφʼ ἡμῶν λειτουργίας
κατʼ ἔτος ἀργυρίου δραχμὰς διακοσίας ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ ιθ ἔτους
Ἀσκληπιάδου τοῦ τὴν πρόσοδον ἀνηγμένου εἰς Ἰταλίαν ἐγδημήσαντος οἱ
προστάται καὶ σιτολόγοι Ἡρακλείδης καὶ Διονύσιος ἀμφότεροι ὄντες
τοῦ ἀδελφοῦ τοῦ Ἀσκληπιάδου υἱοὶ, ὄντες δὲ ἀπὸ κώμης Λινῆ πεισθέντες
οὐ μικρῶι κεφαλαίωι παρὰ τῶν ἐκ τῆς κώμης αὐτῶν ἀπεστέρησαν
ἡμᾶς ὧν ἔχομεν ἐκ τῆς προσόδου πυροῦ ἀρταβῶν ἑκατὸν […]μέχρι
τοῦ ιθ ἔτους Καίσαρος. ὁ προγεγραμμένος δὲ Ἡρακλείδης καὶ Διονύσιος[…]
ἐξουσίαν ἔχοντες τῶν Ἀσκληπιάδου ἀνόμως ἀποδέδωκαν τοῖς ἀπὸ Λινῆ
μηδέπω ἐσχηκότες ἐκ τῆς προσόδου πυροῦ πλω…τας ἡμῶν εἰς πλήρωσιν τῶν ροε πυροῦ ρ τὰς ἡμῶν καὶ μέχρι τοῦ νῦν
διεμώλυσαν […] δυναστευόμενοι ὑπʼ αὐτῶν. νυνὶ δὲ ἐπισκεψάμενοι τὸ δημόσιον καὶ εὑρόντες
διεγβαλλομένας εἰς τὸ ἡμῶν ἱερὸν τὰς προκειμένας πυροῦ ἀρτάβας ἑκατὸνκαὶ
αὐτῶν τῶν ἀπὸ Λινῆ πυροῦ ἀρτάβας ἑβδομήκοντα πέντε ἐπὶ σὲ καταπεφεύγαμεν , ἀξιοῦμέν σε τὸν πάντων σωτῆρα καὶ εὐεργέτην συντάξαι κληθῆναι αὐτοὺς
ἐπὶ σὲ καὶ διαλαβεῖν περὶ τῆς ἀληθείας, ὅτι ἀπεστέρεσαν ἡμᾶς […]
μέχρι τοῦ κη ἔτους πυροῦ ἀρταβῶν ἐνακοσίωνκαὶ τοῦδε τοῦ κθ ἔτους Καίσαρος πυροῦ ἀρτάβας ρ
καὶ τὴν πρόσοδον ἀποδοῦναι ἡμῖν τὰς κατʼ ἔτος ὑποκειμένας πυροῦ ἀρτάβας ἑκατόν,
ἵνʼ ὦμεν ὑπὸ σοῦ εὐεργετημένοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.