no image
DDbDP-text
[…]τοῦ ἡμετέρου κλήρου ἀπολείποντος πρὸς τὸ
ἔδαφος ἀρούρας ιδ καὶ τούτων πρασσομένων
ἡμῶν τὰ ἐκφόρια συμβέβηκεν ἡμᾶς ἐξυστερηκέναι καὶ τὰ ἴδια προστεθεικέναι
καὶ ἐπιτρεχομένους περὶ τῆς ἐκδείας ἀναχωρῆσαι ἐπὶ τὸ ἐν Ὀξυρύγχων πόλει Σαραπιεῖον. ἀξιοῦμεν οὖν σε μὴ περιιδεῖν ἡμᾶς
διατεθλιμμένους κατὰ δύο τρόπους ἀλλὰ
συντάξαι γράψαι ὧι ἂν κρίνῃς τὰ ἐκφόρια
τῆς καταλελειμμένης ἀχρείας γῆς ἀγαγεῖν εἰς τὴν ἀξίαν καὶ ἐπεὶ οἱ προυπάρχοντες ἐλιποτάκτουν τὰ ἐκφόρια τῶν ιδ ἀρουρῶν
τῶν ἀπολειπουσῶν πρὸς τὸ ἔδαφος ἐν ὑπολόγῳ προσδέξασθαι, ἵνα μὴ ἐπὶ πλέον βλάβην
ἐχόντων ἡμῶν καὶ ἀναχωρῶμεν εἰς ἄλλους
τόπους, εἰ δὲ μή γε ἄλλον κλῆρον ἡμῖν
ἐπιγράψαι, οὗ δυνησόμεθα προστάντες τῶι
βασιλεῖ τὸ ἱκανὸν ποιεῖν. τούτων δὲ γενομένων ἐσόμεθα ηὐεργετημένοι. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.