no image
DDbDP-text
[… ? lines lost …]
ἀρα[…]λῃστρικῶι
τρόπωι ἐπιβαλόντες ……[…]
ὡς ἐν πραγμάτων ἀναρχίαι …[…]
τὰ ἔνδον ὄντα σκεύη πρὸς ἀποσκ…[…]
καὶ πρὸς εὐωχίαν παρεσκευασμένα […]
φόρετρα κριθῆς ἀληλεσμένης ἀρτάβας ι β…λ…
ἀρτάβας ε πυροῦ κεκομμένου ἀρτάβας ι καὶ ἄρτων
εἰς κόπον ἄλλων ἀρτάβας ι ἀποθυρώσας ταῦτα
τά τε κατὰ τὴν ἅλω γενήματα, ὧν ἐσπάρκαμεν κατὰ μισθώσεις κατοικικῶν κλήρων,
συναρπάσας καὶ ἐμβαλόμενος εἰς ὃ παρέστησεν παπτωτον ἀπηνέγκατο, ἀναστατώσας ἡμᾶς φυγάδας ἐποίησεν. διὸ τὴν
ἐπὶ σὲ πεποιημένοι καταφυγὴν ἀξιοῦμεν
ἐὰν φαίνηται συντάξαι καταστῆσαι αὐτοὺς
ἐπὶ σὲ πρὸς τὸ ἀποκαταστήσαντας τὰ […]
ε…θεντα ἐκ τῶν οἰκιῶν καὶ τὰ ἄλλατὰ
ἐπιδεδειγμένα σὺν τοῖς γενήμασι τυχεῖν ὧν προσήκει
πρὸς ἐπίστασιν ἑτέρων, ὅπως δυνώμεθα
κατελθόντες εἰς τὴν ἰδίαν ἀντιλαβέσθαι τῶν
ἐδαφῶν καὶ τῆς τοῦ μέλλοντος γεωργίας, τετευχότες τῆς παρὰ σοῦ βοηθείας.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.