Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.isid.81

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρήλιοι Πωλίων Πέτρου μητρὸς Αε ἀπὸ ἐποικίου Φανοῦ ὡς ἐτῶν λ οὐλὴ μετώπῳ μέσῳ καὶ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἰσίδωρος Πτολε μαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῷ ἀλλήλοις χαίρειν. ἐπειδὴἐπιδὴ ὁ ἐμοῦ τοῦ Ἰσιδώρου ἀδελφὸς Αὐρήλιος Περᾶς ἀνεδόθη ὑπὸ τῶν ἀπὸ τῆς προκειμένης κώμης Καρανίδος ἀποδημήσεινἀποδημήσιν ἐν τῷ Τραιανῷ ποταμῷ καὶ τοῦ ἀδελφοῦ μου Περᾶ ἀπασχολουμένου περὶ τὰ διαφέροντα αὐτῷ ὑπάρχοντα, προετρε ψάμεθά σεσαι τὸν Πωλίωνα ὥστε ἀποδημήσεινἀποδημήσιν ἀντʼ αὐτοῦ ἐν τῷ αὐτῷ Τραιανῷ ποταμῷ καὶ ἐκεῖσεἐκῖσαιἀπεργάσασθαι καὶ τὴν χρείανχρίαν τὴν ὑπὲρ αὐτοῦ ἀμέμπτως ἀποπληρώσεινἀποπληρώσιν, λαμβάνοντός σου τοῦ Πωλίωνος παρʼ ἐμοῦ τοῦ Ἰσιδώρου ὑπὲρ μισθοῦ καὶ ἐκπείσματοςἐκπίσματος λόγου τὰ σταθέντα μεταξὺμετοξὺ ἡμῶν ἀργυρίου τάλαν τα δύο καὶ τροφὰς μηνῶν δύο καθʼ ὁμοιότητα ἁπάντων τῶν ἀπὸ τοῦ νομοῦ ἀποστελλομένων ἀνδρῶν, ἀφʼ ὧν ἐντεῦθεν ἐγὼ Πωλίων ἀπέσχον παρὰ σοῦ τοῦ Ἰσιδώρου ἐπὶ λόγου ἀργυ ρίου τάλαντον ἓν καὶ τὰς τροφὰς τῶν αὐτῶν μηνῶν δύο , τὸ δὲ λοιπὸν τοῦ ἀργυρίου τάλαντον ἓν ἀπολήμψομαι παρὰ σοῦ τοῦ Ἰσιδώρου μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους, ἐνλογουμένων μοι τῶν μηνῶν δύο ἀφʼ ἧς ἡμέρας ἐὰν ἀποδημήσω ἀπὸ τοῦ Ἀρσι νοίτου. ἐὰν δὲ καὶ ἐγὼσοι ὁ Πωλίων πλείω τῶν ἡμερῶν ἑξήκοντα παρακατασχεθῶπαρακατασκεθῶ ἐκεῖσεἐκῖσαι ἡμέρας ἐν τῷ αὐτῷ Τραιανῷ ποταμῷ λήμψομαι παρὰ σοῦ τοῦ Ἰσιδώρου ὑπὲρ μισθοῦ καθʼ ἑκάστην ἡμέραν ἀργυρίου δραχμὰς διακοσίας , καὶ οὐκ οὔσης δὲ ἐξουσίας ὁποτέρῳ ἡμῶν ἀλλάξαιἀλλάξε τι τούτων ἢ παραβῆναίπαραβῆνέ τι τῶν ἐνγεγραμμένων κατὰ μηδέ να τρόπον διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς ἑκουσίῳ καὶ αὐθαιρέτῳαὐθερέτῳ γνώμῃ τὰ πρὸς ἀλλήλους συντεθεῖσθαισυντεθῖσται. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιγ καὶ ιβ καὶ ε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Φαρμοῦθι ιδ. Αὐρήλιος Πωλίων Πέτρου συνεθέμην πᾶσι τοῖς προκιμέ νοις καὶ ἔσχον ἐπὶ λόγου ἀργυρίου τάλαντον ἕν , τὸ δὲ λοιπὸν τοῦ ἀργυρίου τάλαντον ἓν ἀπολήμψομαι τῇ προθεσμίᾳ ὡς πρόκειται. ΑὐρήλιοςἈρήλιος Σιλβανὸς ὁ καὶ Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦἀτοῦ ἀξιωθεὶς ἀγραμμάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.