no image
DDbDP-text
Sale of Beans via HGV-meta
Linked by Trismegistos ID
TM 10423.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Αὐρήλιος Ἰσίδωρος Πτολεμαίου μητρὸς Ἡρωίδος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν με οὐλὴ ἀντικνημίῳ δεξιῷ Αὐρηλίῳ Νείλῳ οὐετρανῷ τῶν ἐντίμως ἀπολελυμένων ἀπὸ ἑκατοντάρχων ἔχειν παρʼ αὐτοῦ ὁ ὁμολογῶν διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα δεκαεπτὰ καὶ δραχμὰς τρισχιλίαςτρισχειλίας οὔσας τιμὴν ἣν συν εφώνησαν πρὸς ἑαυτοὺς φασήλου ἀρταβῶν ἑκατὸν πεντήκοντα, γίνονται ἀρτάβαι ρν, ἅσπερ τοῦ φασήλου ἀρτάβας ἑκατὸν πεντήκοντα ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν τῶν ΕἰδῶνΕἰδω μηνὶ Ἰουνίῳ τοῦ ἐνεστῶτος ἔτους ἐπὶ τῆς προκει μένης κώμης μέτρῳ τετραχοινίκῳ τὸ γένος νέον καθα ρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι τῷ Νείλῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ καὶ Κωνσταντίνου υἱοῦὑειοῦ Σεβαστῶν, Νώναις Αὐρήλιος Εἰσίδωρος ἔσχον τάλαντα δεκαεπτὰ δραχμὰς τρισχιλίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.