no image
DDbDP-text
Sale of Vegetable Seed via HGV-meta
Linked by Trismegistos ID
TM 10424.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Αὐρήλιος Ἡρᾶς Κάστορος μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ναοὐλὴ ἀντικνημίῳἀντικνημείῳ ἀριστερῷ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα δύο ὄντα τιμὴν ἣν συνεφώνησαν πρὸς ἑαυτοὺς λαχανοσπέρμου ἀρταβῶν δύο, ἀρταβῶν β, ἅπερ γένη ἐπάναγκον ἀποδώσειἀποδωσιν ὁ ὁμολογῶν Ἡρᾶς τῷ Ἰσιδώρῳ τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ ἐπὶ τῆς κώμης, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γείνεσθαι τῷ Ἰσιδώρῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων κα θάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησενὡμολογησα. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Χοιὰκ ιε. Αὐρήλιος Βάκχιος Τιβερίνου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.