Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67001

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ ὑπατείας Φλαυίου Σενάτορος τοῦ λαμπροτάτου vac. Τῦβι β ὀγδόης ἰνδικτίονος τῇ κοινότητι τῶν πρωτοκωμητῶν καὶ συντελεστῶν καὶ κτητόρων κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, τὸ κοινὸν τῶν ποιμένων καὶ ἀγροφυλάκων τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, διʼ ἡμῶν Αὐρηλίων Φοιβάμμωνος υἱοῦ Ἑρμαούωτος Ψακις καὶ ΨενθαησίουΨενθαήσεωςΨενταήσεως Μουσαίου Πανπετ καὶ Ἀνούφιου υἱοῦ Ἀβρααμίου Παχωμίου καὶ Ἑρμαούωτος Ἰωσηφίου Πλοκπλοκ καὶ Ἑρμαούωτος Ψεντουωρίου καὶ Βίκτορος Ψαίου Καλεουακις καὶ Πανουβε Ἑρμαούωτος καὶ Βίκτορος Ψαίου Σιμοῦς καὶ Ἀπολλῶτος Ἀβρααμίου Πλοκπλοκ καὶ Βίκτορος Ἑρμαούωτος καὶ Βίκτορος Πρωμάωτος καὶ Πάλωτος Παπηοῦτος καὶ ΟὐερσενουφίουΣχερσενουφίου τοῦ καὶ Πνωτε ἐκ πατρὸς Ἡρακλείου, χαίρειν. ἔθος ἐστὶ εἰώθαμεν ἐκ πατέρων ἡμῶν καὶ προγόνων ἐκτελέσαι παραφυλακὴν ὅλων κτημάτων πάσης τῆς αὐτῆς κώμης Ἀφροδίτης περὶ ἀπελασίαν ζῴων καὶ ἑτέρων σκευῶν ἐν τοῖς εἰρημένοις κτήμασι· ἀκριβῶς δὲ μαθόντες ὥστε καὶ ἡμεῖς πάντες τῶν προτεταγμένων ἐκτελέσωμεν τὴν αὐτὴν παραφυλακήν, καὶ εἰς ταύτην τὴν ὁμολογίαν τιθέμενοι πειθαρχοῦντες, διʼ ἧς ὁμολογοῦντες ἑκόντες καὶ πεπεισμένοιπεπισμένοι ἑτοίμως ἔχομενἔχωμεν τὴν αὐτὴν πᾶσαν παραφυλακὴν ποιήσομενποιήσωμεν ἀόκνως καὶ ἀκαταγνώστωςἀκαταγνόστως πάντων κτημάτων διακειμένων καὶ περικύκλοθενπερικύκλωθεν πάσαςολας πεδιάδας τῶν τῆς αὐτῆς κώμης Ἀφροδίτης πρὸς τὰ ἀρχαῖα ὅρια μεταξὺ τῶν συνημμένων τῆς ἡμῶν κώμης κωμῶν, πρὸς τὸ μὴ βλαβῆναιβλαψαι ὁ δημόσιος λόγος, ἐπὶ τὸν χρόνον τῆς ἡμῶν ζωῆς ἀπὸ τῆς σήμερον τῆς προγεγραμμένης, ἥτις ἐστὶ μηνὸς Τῦβι δευτέρα δευτερη παρούσης ὀγδόης ἰνδικτίονος, εἰς τὸ ἑξῆς τῆς αὐτῆς ἡμῶν ζωῆς, καὶ μὴ εὑρηθείη τε οἱανδήποτε βλάβην ἀπὸ τῶν αὐτῶν κτημάτων, μήτε περὶ ζῴων καὶ θρεμμάτων καὶ γεωργικῶν ἐργαλιδίων καὶ ἄλλων σκευῶν ἀπὸ τιμίου ἕως ἀτιμίου, ἐπὶ δὲ τοῖς αὐτοῖς κτήμασι τῆς εἰρημένης κώμης καὶ τοῦ τῆς ταύτης ὄρου πρὸς τὰ τεταγμένα ἀρχαῖα ὅρια· εἰ δὲ βλάβην γένηται ἐκ τῶν κτημάτων τῶν προτεταγμένων, ἑτοίμωςἑτοιμοι ἔχομενἐσμεν οἱ προγεγραμμένοι ἀνυπερθέτως οἴκοθεν ἐπιγιγνώσκεινἐπιγνωσομεθα τῇ ὑμῶν σεβασμιότητι ἐκ πλήρους, λημψομένων δὲ ὑπὲρ λόγου ἡμῶν μισθοῦ παρά τε τῆς ὑμῶν θαυμασιότητος καὶ παρὰ τῶν συντελεστῶν καὶ ἄλλων ὄντων ἐν τοῖς πεδιάδοις τῆς εἰρημένης κώμης ἑκάστῳ τόπῳ, σίτου ἀρτάβας τρεῖς καὶ οἴνου κολοβὸνκολόβιον ἕν· μέντοι γε τὴν αὐτὴν βλάβην ἐπιγνωσόμεθα ὡς προείπομενπροείπαμεν ἰδίῳ ἡμῶν κινδύνῳ καὶ τῶν ἡμῶν πραγμάτων. καὶ εἰς ἀσφάλειαν ἐθέμεθα ταύτην τὴν ὁμολογίαν ὀμνύοντες τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐφʼ ὑπογραφῆς ἐμῆς ΦοιβάμμωνοςΦοιβαμμων καὶ τῶν ὑπὲρ ἄλλων ὑπογραφόντων· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν Αὐρήλιος Φοιβάμμων Ἑρμαύωτος ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὁμολογίαν ὡς πρόκειται. Αὐρήλιοι Ψενθαῆσις Μουσαίου καὶ Ἀνοῦφις Ἀβρααμίου Παχωμίου καὶ Ἑρμαύως Ἰωσηφίου καὶ Ἑρμαύως Ψεντουωρίου καὶ Βίκτωρ Ψαΐου καὶ Πανουβε Ἑρμαύωτος ποιμένεςποιμήνες καὶ ἀγρο φύλακεςἀγροφυλακη οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν ὁμολογίαν καὶ ὠμόσαμενὀμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκειται, καὶ στοιχούμεθα πᾶσιπᾶσει τοῖς ἐγγεγραμμένοιςἐγγεγραμένοις ὡς πρόκειται. Ἰωάννης ΒησκούιτοςΒησκοῦτος διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματαγράματα μὴ εἰδότων Αὐρήλιοι Βίκτωρ Ψαίου Σιμοῦς, καὶ Ἀπολλὼς Ἀβρααμίου καὶ Βίκτωρ Ἑρμαύωτος καὶ Βίκτωρ Προμαύωτος καὶ Πάλως Παπηοῦτος καὶ ΟὐερσενούφιςΣχερσενουφις ὁ καὶ Πνωτε ἐκ πατρὸς Ἡρακλείου, ποιμένες καὶ ἀγροφύλακεςἀγροφυλακοι οἱ προκείμενοι ἐθέμεθα ταύτηνταυτη τὴν ὁμολογίαν καὶ ὠμόσαμενὀμόσαμεν τὸν θεῖονθῖον ὅρκονὅργον ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἰωάννης Ἡρακλείδου μαρτυρῶ τῇ ὁμολογίᾳὡμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένωνθεμένον. Αὐρήλιος Μουσαῖος Ψιμανωβετ μαρτυρῶ τῇ ὁμολογίᾳὡμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἑρμαύως Βόττου μαρ τυρῶμαρτηρῶ τῇ ὁμολογίᾳὁμολογιαν ἀκούσας παρὰ τῶν θεμένωνθημένων. ἐγράφη διʼ ἐμοῦ Ἰσακίου νομικοῦ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.