Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.1.67002
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
χμγ Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β δέησις καὶ ἱκεσία παρὰ τῶν ἐλεεινοτάτωνἐλεινοτάτων δούλων ὑμῶν καὶ ἀθλίων λεπτοκτητόρων τε καὶ οἰκητόρων τῆς παντάθλιας κώμης Ἀφροδίτης τῆς οὔσης ὑπὸ τὸν θεῖον οἶκον καὶ τὴν ὑπερφυῆ ὑμῶν ἐξουσίαν. πᾶσα δικαιοσύνη καὶ δικαιοπραγία τὰς προόδους προλάμπουσιν ἀεὶ τῆς πανεξόχως βελτίστου ὑπερφυοῦς ὑμῶν ἐξουσίας, ἣν ἐκδέχομεν πρὸ πολλοῦ οἷον οἱ ἐξ Ἅδου καραδοκοῦντες τὴν τότε τοῦ Χριστοῦ ἀενάου θεοῦ παρουσίαν. μετʼ αὐτὸν γὰρ τὸν δεσπότην Θεὸν σωτῆρα βοηθὸν ἀληθινὸνἀληθεινὸν καὶ φιλάνθρωπον εὐεργέτην, ἔχομεν μετὰ πάσης ἐλπίδος σωτηριώδους τὸ ἐν πᾶσι πανευφημούμενον καὶ διαβεβοημένον ὑμῶν ὕψος ἐν πᾶσι τοῖς ἀναγκαίοις καιροῖς ἐπιβοηθῆσαι ἡμῖν, καὶ ἔξοδον τῶν ἀδίκων ἡμᾶς ἀποσπάσασθαι καὶ ῥύσασθαι ἐκ τῶν ἀνέκαθεν συμβεβηκότων ἡμῖν ἀφάτων ζημιωμάτων, ὧν οὐ χάρτης χωρεῖ, παρὰ Μηνᾶ τοῦ λαμπροτάτου σκρινιαρίου καὶ παγάρχου τῆς Ἀνταιοπολιτῶν. σμικρομερῶς μὲν ἀναμιμνῄσκομεν τὸ πάνσοφον ὑμῶν καὶ εὐκλεέστατον καὶ φιλάγαθον συνειδός, πάσης δὲ φρονήσεως καὶ νουνεχείαςνουνεχίας ὑπέρτερον τυγχάνει ἀποκαταλήπτουἀποκαταλέπτου τοῦ λόγου τὰ σύμπαντα κατανοῆσαι εἰς ἄκραν εἴδησιν, καὶ περιπέτειαν, ὅθεν ἀόκνως προκυλινδούμενοι ἥκαμεν παρὰ πόδα τῶν ἀνεπάφων ὑμῶν ἴχνων, διδάσκοντες τὰ καθʼ ἡμᾶς πράγματα ἐν τούτοις ἔχοντα. διδάσκομεν τὴν πανεύφημον ὑμῶν ἐξουσίαν ὡς ἀπὸ προοιμίων τῆς ἔναγχος διαδραμούσης πεντεκαιδεκάτης ἐπινεμήσεως, ἀφʼ ἧς ἀντελάβετο τῆς παγαρχίας Ἀνταίου, καρποῦται τὰς ἀρούρας τοῦ συναδέλφου ἡμῶν καὶ ἀθλίου δούλου τῆς ὑμῶν ἐνδόξου φιλανθρωπίας Διοσκόρου, πενιχροῦ πάνυ ὄντος καὶ παιδία νήπια ἔχοντος μὴ ἐγνωκότα τὴν ἀριστερὰν μήτε σχεδὸν καὶ τὴν δεξιάν, καὶ δεομένουδεομένο πολλῶν ἀναλωμάτων εἰς τὴν αὐτῶν ἀνατροφήν· καὶ ὁ τοιοῦτος ἄσπλαγχνος οὐκ ὤκνησεν ἄνευ ἐκφορίων καὶ δημοσίων ἐπιτρέψαι τῷ τε βοηθῷ τῆς κώμης Φθλὰ καὶ τοῖς ταύτης ποιμέσι οἰκειώσασθαι ἑαυτοῖς τὰς ἀρούρας αὐτοῦ καρπουμένας ἄνευ ἐκφορίων καὶ δημοσίων, καὶ τὴν συντέλειαν τούτων ἐπιτετραμμένην αὐτῷ ἐάσας εἰς τελείαν ἀνατροπήν. ἐχρόνισεν γὰρ ὁ αὐτὸς Διόσκορος ἰδικῶς αὐτουργῶν ταύτας μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ εὐγνωμόνως καὶ πληρωτικῶς κατʼκαθʼ ἔτος παρέχων τὰ τούτων δημόσια. ὁ δὲ εἰρημένος λαμπρότατος πάγαρχος καρπούμενος κατʼκαθʼ ἔτος μετὰ τῶν ποιμένων Φθλὰ καὶ Κύρου τοῦ ταύτης βουθοῦ τοῦ καὶ Κολλούθου αὐγουσταλίας, ἐξ ἴσου τοῦ Μαδιὰν ἔθνους εἰωθότος τοτὲ τὰ τῶν Ἰσραηλιτῶν γενήματα ἀφαρπάξαι. καὶ ἀνεκδίκητος ὑπάρχει ὁ ἄθλιος ἕως νῦν ἐπὶ ξένης σὺν τέκνοις, αἰτῶν ὧν καὶ ἐκδικίας ἀγαθῆς ὑμῶν τυχεῖν, δέσποτα δεόμεθα δὲ ὑμῶν περὶ τούτου καὶ παρακαλοῦμεν, διδάσκοντες τὸν ἀγαθὸν ἡμῶν δεσπότην ὡς ἐπὶ τῆς προηγησαμένης ἀρχῆς τοῦ ἐνδοξοτάτου Κύρου ῥεφερενδαρίου ὁ εἰρημένος λαμπρότατος Μηνᾶς γράμματα ἐχάραξεν τῷ περιβλέπτῳ κόμετι καὶ ἰλλουστρίῳ μεγαλοπρεπεστάτῳ Σερήνῳ τῷ λογιωτάτῳλωγιωτάτῳ σχολαστικῷ περὶ τὸν καιρὸν τοῦ ἡμᾶς ἀπιέναι ἐν Θήνει τῇ ἐμφύτῳ ἀγορᾷ τῶν ζῴων, εἰωθότας κατʼκαθʼ ἐνιαυτὸν ἐκεῖσε γένεσθαι, τὴν τῶν ὑποζυγίων ζῴων ἡμῶν πραγματείαν ποιούμενοι εἰς ἀποτροφὴν ἡμῶν καὶ τῶν τέκνων· καὶ καιροτηρηθέντες τοτὲ παρὰ τῶν διοικητῶν τοῦ ἐνδοξοτάτου ἰλλουστρίου Σερήνου καὶ ἐβλήθημεν εἰς τὴν ἐκεῖθεν οὖσαν εἱρκτήν. ἀπηνέχθημεν ἔπειτα εἰς φυλακὴν Ἀντινόου καὶ εἰς φυλακὴν τῆς Ἀνταίου· ὕστερον παρεδόθημεν τῷ εἰρημένῳ Μηνᾷ παγάρχῳ, καὶ αἰκισμοῖς πολλοῖς καὶ βασάνοιςβαζάνοιςβασανοις ἡμᾶς κατέστησεν εἰς ἑξάμηνον χρόνον ἐγκαθειρμένους, ἀπαίτησαςἀπήτησας δὲ καὶ ἄλλα ζημιώματα συνιόντα εἰς νομίσματα ριζ, μεθʼ ὅσα δεδώκαμεν ἐν Θήνει καὶ ἐν φυλακῇ Ἀντινόου βασανιζόμενοι, τῶν ζῳῶν ἡμῶν ὄντων ἐν κατοχῇ ὑπὸ τὸν εἰρημένον ἰλλούστριον ἀτρόφων· ὧν καὶ πλεῖστον μέρος ἐκλεκτὸν οἰκειωσάμενον ἑαυτῷ ἄνευ τιμῆς, καὶ τοὺς ἐκ τούτων σωθέντας ὄνους τε καὶ καμήλους ἡμιθανεῖς λίαν μόγις ἐξεποίησεν ἡμῖν ἀναδεδωκώς, κακῆς ἐκ δευτέρου διαπράσεως, καὶ ἐξ αὐτῶν ἔλαβεν ὁ αὐτὸς ἰλλούστριος Σερῆνος πέντε ὄνους καὶ ἵππον· καὶ Βίκτωρ ὁ μειζότερος αὐτοῦ τὰς ἐσθῆτας ἡμῶν ἀφείλατο καὶ πάντα τὰ σκεύη ἡμῶν δεκατριῶν ὀνομάτων ὄντων, καὶ ἀπῄτησέν με δύο νομίσματα τὸν ἄθλιον Ματάιν καὶ δοῦλον ὑμῶν ἐπιδίφριον ἰατρόν. καί τινες ἐξ ἡμῶν τοτε προσῆλθαν τῷ εἰρημένῳ ἐνδοξοτάτῳ δουκί. ἐκέλευσεν ἡμᾶς ἀζημίως ἀπολυθῆναι· οὐκ ἀπελύθημεν, ἀλλὰ ὡς προέφημεν εἰς τὴν φυλακὴν τῆς Ἀνταίου μετετέθημεν λαθραίως καὶ βιαίως· καὶ ἐντάγια γράφεντα τοῦ δημοσίου ἔχομεν χειρί τε αὐτοῦ τοῦ εἰρημένου Μηνᾶ παγάρχου καὶ χειρὶ τοῦ βικαρίου τῶν στρατιωτῶν Σκυθῶν καὶ τῶν Μακεδόνων, καὶ ἕως ἄρτι οὐδὲν ἡμῖν ἐξ αὐτῶν ἀναδέδωκεν, οὐδὲ μὴν κατελογίσατο τῷ δημοσίῳ τῆς ἡμῶν κώμης Ἀφροδίτης. καὶ μετὰ τὸ ἡμᾶς τὰ εἰρημένα ἑκατὸν δέκα ἑπτὰ νομίσματα παρασχεῖν, ἀφῆκεν ἐν τῇ φυλακῇ ἐπὶ ἄλλους τεσσάρας μῆνας, ἐφʼ οἷς ὅλως εἰρήκαμεν ὡς ὑπὸ τὸν ὑπερφυέστατον πατρίκιον ἐσμὲν καὶ ἄνθρωποι αὐτοῦ τυγχάνομεν καὶ τοῦ θείου οἴκου. καὶ πάντα τὰ κακῶς γενομέναγεναμένα καθʼ ἡμῶν παρὰ τοῦ αὐτοῦ Μηνᾶ ἐπίσταται Ἀφοῦς ὁ νοτάριος Λικινιανοῦ τοῦ μεγαλοπρεπεστάτου κόμετος καὶ διοικητοῦ ὑμῶν· μεθʼ ἡμῶν γάρ ἐστιν ἐν τῇ φυλακῇ. καὶ εὐχῆς ἔργον ἡμῖν ἐστιν νυκτὸς καὶ ἡμέρας ἀξιωθῆναι τῆς κεχαρισμένης ὑμῶν παρουσίας, ὅπως ἐν ἀπολαύσει γενώμεθα τῶν δικαίων ὑμῶν. καὶ ἰδοὺ νῦν πάλιν μετέβαλλεν τὰς διανοίας ὑμῶν· οὐ μελήσεται γὰρ αὐτῷ ἀνελθόντι διαπορθῆσαι τὴν κώμην ἀλόγως προφάσει δημοσίων, καίτοι εὐγνωμόνως ἀεὶ καὶ πληρωτικῶς παρέχουσιν οἱ ἄθλιοι κτήτορες τὰ δημόσια αὐτῶν κατʼκαθʼ ἔτος, καὶ ἤδη διαγεναμένων ὀκτὼ παγάρχων μέχρι νῦν τῆς Ἀνταίου οὐδέποτε ἐν ὑστερησμῷ γεναμένοι τῶν βασιλικῶν φόρων καὶ τῆς ἐμβολῆς, καὶ ταύτην ἐπειγμένως κατὰ τὸ ἔθος ἡμῶν ἀεὶ σπουδαίως ἐπειγόμεθα καὶ τὴν ἐφετίνην ἐμβολὴν ἐνεργοῦντεςἐνηργοῦντες ἐμβάλλεσθαι, ζητεῖ ἀνελθεῖν καὶ ἐμποδίζεινἐμποδείζειν ταύτην καὶ διασκορπίσαι τὰ σύμπαντα εἰς ἀνατροπὴν τελείαν τῆς αὐτῆς κώμης· μεθʼ ὃ μετὰ μόχθου πολλοῦ ἐσπείραμενπείραμεν τὸ πέδον τοιαύτης πλήμυρας γεναμένης, ἔφραξεν τὴν διώρυγα ἡμῶν περὶ τὸν καιρὸν τῆς τῶν νειλῴων ὑδάτων προσβάσεως καὶ ἀρδείας, εἰς ἀβροχίαν κατέστησεν τὸ πεδίον. καὶ ἐπὶ τοῦ ἐνδοξοτάτου πάλιν ῥεφερενδαρίου, μεθʼ ὃ ὁ αὐτὸς πάγαρχος ἔλαβεν τὸ δημόσιον καὶ ἄλλα ἐπὶ τοῦτο διακόσια νομίσματα, δεδωκὼς ἡμῖν λόγον ἐπὶ τούτῳ, εὐθέως τὸ ἐναντίοντοναντίον ἐφρόντιζεν ἀνελθὼν μετὰ πολλῆς λῃστρικῆς τε καὶ παγανικῆς καὶ στρατιωτικῆς βοηθείας· ἐπραίδευσενἐπραίτευσεν τὴν κώμην διαπορθήσας πλέον βαρβάρων καὶ ἔμπρησας φανερὰ λαμπρὰ οἰκήματα τῶν ἀρχαίων κτητόρων μεγάλων τῆς κώμης, καὶ ἑπτακόσια ὁλοκόττινα ἔλαβεν ἐξ ἀφορμῆς τοῦ δημοσίου ἄνευ ἐνταγίων, μηδὲν ἐκ τούτων ἡμῖν καταλογισάμενος, οὐ μὴν ἀλλὰ καὶ κτηναφαίρεσιν ἡμῶν ἐποίησεν πέρυσι εἰς δύο μηνᾶς, ὄντων τῶν καρπῶν ὑπὸ δίψαν ἕως οὗ ἀνεμόφθορα τὰ γενήματα γεγόνασιν. καὶ τὸν οἶκον τῆς ἐξουσίας ὑμῶν τὸν δωρηθέντα τῇ ὑπερφυεῖ ὑμῶν ἐξουσίᾳ εἰς τὸν θεῖον οἶκον εἰς χρείαν τοῦ κατὰ καιρὸν αὐτῆς διοικητοῦ ὡς ἐπέχειν αὐτόν, τοῦτον οἰκητήριον ἔκαυσεν μὴ ἀρκεσθεὶςἀρκεθεὶσ τοῖς κακοῖς τούτοις μόνοις Μηνᾶς ὁ αὐτὸς πάγαρχος, ἀλλὰ καὶ τὰς παρθένους διεκόρευσαν οἱ συνεπόμενοι αὐτῷ εἰς βοήθειαν παρώρωνπαρόρωναρορων, καὶ τὰς ἀσκητρίας διέλυσαν ἐκπορθήσαντες καὶ λεηλατήσαντες τὴν πᾶσαν κώμην καὶ τὴν ταύτης ἐνορίαν ὡς ἐπὶ τῶν βαρβαρωθέντων τόπων. καὶ τοὺς ταλαιπώρους ἡμᾶς λεπτοκτήτορας ἐξεδίωξεν, τοῖς δὲ ἀτάκτοις καὶ λῃστάρχοις ἀγραυλοῦσι μηλονόμοις δεδωκὼς ἄδειαν καὶ τοῖς κακῶς βιοῦσι ἐπαυει τὰ συνήθη πρᾶξαι, οὐκ ἐφείσατο κατὰ Θεὸν τῶν καμνόντων ἡμῶν ἀεὶ εἰς τὴν τῶν δημοσίων, βασιλικῶν καὶ διαφόρων βαρῶν ἀδιαλείπτως παροχήν, μήτε μὴν ἀναμνησθεὶς τῆς τῶν γονέων ἡμῶν προτεραίας ὄψεως, κατὰ Θεὸν εὐπορωτέρως τότε ἐχόντων τὸν βίον καὶ εὐγνωμόνως καὶ πληρωτικῶς παρεχόντων τοὺς βασιλικοὺς αὐτῶν φόρους ἀνελλιπῶςἀνελλειπῶς ὑπὸ τὴν πολιτικὴν τάξιν διὰ προσταγμάτων φοβερῶν τοῦ δικαστηρίου ἀπολυομένωναποξυομενων αὐτοῖς ἰδιαζόντως ἐκ προνομίου ἐχόντων κατὰ τὸ αὐτόπρακτον σχῆμα, καὶ ὑπὸ τὸν θεῖον οἶκον γεγονότων, εἰ καὶ ὅτι ἐχόντων ὑμᾶς ἀληθινοὺςἀληθεινοὺς προστάτας καὶ εὐεργέτας ἐλεήμονας διαλαβόντας ἄλλοτε ἐπὶ τῆς πρώτης ὑμῶν εὐαρχείας τὰ καθʼ ἡμᾶς τοὺς ταλαιπώρους ὅλους ὀρφανούς, ἀκολούθως τῇ ὁρωμένῃ ἡμῶν γυμνῇ ὄψει μικρὰνμικρὴν τὴν ἡλίκιαν μᾶλλον ἀγαγόντων, καὶ ἀπερίστατον μὴ ἔχοντας τὴν ἀναγκαίαν τροφήν. ὡς μάρτυρα καλοῦμεν τὸν δεσπότην Θέον εἰς τοῦτο, ὅτι ἐν τῷ χειμῶνιχειμο͂νι τρώξιμαδρόξιμα καὶ ὀλύρας ἐσθίομεν, τῷ δὲ θέρει τὰ ἀποκαθάρματα ἤτοι ἀποκοσκινήματα καὶ καταστελλματα τῆς ἐμβολῆς ἡμῶν παρʼ ἑστίαιςπυρεστίαις ἐδόμενοι, ἐφʼ ὅτι μετὰ ταύτην οὐδὲν παντελῶς ἡμῖν ὑπο λέλειπται. μάλιστα δὲ τὰ εἰρηνικὰ δίκαια ἀνταναιρεθένταἀνταναιρηθέντα ἀφʼ ἡμῶν πρὸ πολλοῦ πλήθους ἀμυθήτου λῃστρικῶν ἐφόδων ἐπικειμένων ἡμῖν νυκτεραίας νυκτερίας καὶ ἡμεραίαςἡμεραια τὰς διατριβὰς ἐχόντων μετὰ τῶν ἀγραυλούντων μηλονόμων συνδεδυμένων τούτοις πραιδεύουσι καὶ λυμαίνουσι τὰ παντοῖα ἡμῶν πράγματα εἰς βλάβην τοῦ δημοσίου λόγου καὶ τελείαν ἡμῶν ἀνατροπήν. ἐπὶ πλεῖον γὰρ ὑστερήθημεν τοῦ ἄρτου διὰ τούτους, καὶ οὐχοὐκ ἡδέως ἔχομεν ἔτι ζῆσαι καὶ ὑποσχεῖν τὰς ἀθεμίτους τοσαύτας ἀδεῶς τόλμας, καὶ πράξεις ὡς λύκων καὶ ἁρπάγων ἀεὶ πραττόντων ὠμοφάγων τρόποις· τὸ γὰρ ἀνθρώπινον αἷμα ἐκχέουσιν οἱ τοιοῦτοι αὐθάδεις καὶ ἄτρομοι, οἷον ἐπὶ γῆν ὕδωρ ἐκχύσῃ τις τολμηρώτατος μάτην. καὶ ἰδοὺ τοίνυν, δέσποτα, μετὰ τὰς τηλικαύτας μοχθηρίας τὰς περὶ ἡμᾶς, διόλου ἡδέως καὶ προθύμως ἐμβάλλεσθαι τὴν αἰσίαν ἡμῶν ἐμβολὴν ἐκ πλήρους σπεύδομενσπεύδωμεν αὐτὸς δὲ ὁ εἰρημένος πάγαρχος σπεύδει συναθροῖσαι βοήθειαν, καὶ ἀνελθεῖν τὴν ἀθλίαν καὶ πανέρημον γεναμένον ὑπʼ αὐτοῦ ἡμῶν κώμην, βουλόμενος εἰκαίως ἐκ τοῦ συνόλου αὐτὴν ἐξαλεῖψαι καὶ ἐξολοθρεῦσαι αὐτὴν παντελῶς πρὸς λύμην τῶν βασιλικῶν φόρων καὶ σκεδασμὸν τῆς αἰσίας ἡμῶν ἐμβολῆς. ἔγραψεν γὰρ αὐτῷ ὁ γραμματεὺς καὶ ὁ διακονητὴς τούτου χάριν, τοῦ μὴ ἀνελθεῖν τὴν κώμην ἀκαίρως καὶ διαστρέψαι τὴν ἐμβολὴν ἑτοιμασμένην καὶ ἐμβαλλομένην. οὐκ ἐπαύσατο μανιῶν διόλου· διαρπάξαι καὶ ἀθετῆσαί φησιν τὴν παγαρχίαν, ἣν ἐξεπόρθησεν ἀποτεθεικὼς τὰ ταύτης χρήματα εἰς τὰ Ἄπα Σενουθίου διὸ παρακαλοῦμεν γονυπετοῦντες τὸ διαβεβοημένον ὕψος ὑμῶν, ὅπερ ἑωράκαμεν ὡς τὸν Θέον ὀψόμενοι, καὶ ἐνορκοῦντες κατὰ τῆς ὑμῶν ὑπερβαλλούσης σωτηρίας καὶ τῆς τῶν εὐτυχεστάτων καὶ εὐκλεεστάτων ὑμῶν τέκνων προκοπῆς τε καὶ ἀνα θαλλώσεως, εἰ παρασταίη προστάξαι τὸν μὲν εἰρημένον πάγαρχον ἀποπαύεσθαι ἡμῶν θυμολεοντοφθόρον ἔπειτα δὲ καὶ τοὺς ἀλιτηρίους πλείω βαρβάρων κακούργους καὶ ἀρχιλῃστὰς μηλονόμους ἀναιρεθῆναι σὺν ῥίζαις, ὅπως εὕρωμεν ἡσύχως βιῶναι καὶ τῶν δημοσίων ὡς ἔκπαλαι προνοεῖν καὶ εὐπορεῖν καὶ εἰσπρᾶξαι αὐτὰ εὐκόλως, ὅπως τούτου τύχοντες τοῦ μεγίστου ἐξ ὑμῶν ἀγαθοῦ, ἐνδελεχῆ αἰωνίως εὐχὴν καὶ πρεσβείαν ἀνατείνωμεν ὑπὲρ διαμονῆς ὑμῶν καὶ σωτηρίας, ἀεὶ πανένδοξοι ττ στρατηλάται ὑπερφυέστατοι ὕπατοι πανεύφημοι πατρίκιοι διασημότατοιδιασημώτατοι δοῦκες καθαρώτατοι αὐγουστάλιοι κύριοι ἀεὶ τῆς ἐπαρχείας αω γεCross-references (3)
- TM-Text 18977 primary
- DDbDP-Text p.cair.masp;1;67002 tier-1
- HGV-Text 18977 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.