Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67295
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντιρρητικοὶ λίβελλοι παρʼ ἐμοῦ Ὡραπόλλωνος Ἀσκληπιάδου, τοῦ λαμπροτάτου καὶ ἐλλογιμωτάτου φιλοσόφου, κεκτημένου ἐν Φενεβύθει οι καὶ οἶδε τὸ κεφάλαιον τῶν ἐν ἐπιθυμίᾳ τῶν ἀλλοτρίων τυγχανόντων ἀπρονόητον· ἐθέσπισαν γὰρ πολλὰ κατʼ αὐτοὺς οἱ νόμοι τῶν θειοτάτων ἡμῶν βασιλέων, καὶ τὰ ὑπερφυῆ ἔδικτα τῆς ἐχούσης τὸ σκῆπτρον ἀρχῆς. εἰδότες γὰρ, προμυθέστατοι ὄντες, ὡς οἱ ἐπιθυμηταὶ τῶν ἀλλοτρίων ιτηνν σπουδὴν οσο οἰκειοῦσθαι τὰ ἀλλότρια κατὰ μηχανήν τινα καὶ δυστροπίαν καὶ ἐπιχειροῦσιν συναρπάζειν τὰ ἰάσιμα τῶν ἀδεκάστων καθαροτάτων ἀρχόντων, καὶ ἀποτολμῶσιν παρα σχέσθαι ἐν τοῖς δικαστηρίοις ψευδῆ ἐκμαρτύρια ὑπὲρ αὐτῶν, αἰτοῦντες ὡς ση οἰκειοῦσθαι αὐτοῖς τὰ μὴ ὄντα ὑπʼ αὐτοὺς μήτε ὑπὸ νομὴν αὐτῶν πώποτε γεγενημένα γεγόνασιν κον κατὰ κακοτροπίαν καὶ δε καὶ ἐπιθυμίαν τῶν ἀλλοτρίων ἀποτολμῶσιν καὶ τα διὰ σα προσέταξαν τὸν τῇ ἀληθείᾳ κύριον καὶ δεσπότην ἀντιρρητικοῖς χρήσασθαι λιβέλλοις καὶ μηνῦσαι τοῖς δικαστηρίοις διὰ χειρῶν τῶν ῥιπαρίων ἤτε τῶν ἐκδίκων καὶ δημοσιευόντων καὶ τῶν πράκτορων τῶν δημοσίων καὶ τῶν ἐξυπηρετουμένων ταῖς παγαρχίαις καὶ πάντων τῶν ταξεωτῶν, ὥστε μηδεμίανμητεμίαν συναρπαγὴν γενέσθαι μήτε καινοτομίανκενοτομίαν κατὰ τῶν ἐπιεικῶς βιούντων παρὰ τῶν ἀσεβούντων. ἐπίσταμαί γε ὅσα διὰ τούτους ἀνωρθώθη δυστρόπως ἐχόμενα, καὶ ὅσα οἱ κρατοῦντες νόμοι προκαταλαβόντες ἰάσαντο διὰ τοὺς φιλοπραγμονοῦντας κακωθέντα· ἀλλʼ ὅθεν ἧκε τὰ κατʼ ἐμὲ πεπραγμένα κατὰ βραχὺ, καὶ παρά τινος, ἐγκαλύπτομαι λέγειν. ἐμοὶ μὲν γὰρ, εἰ μὴ ἐπίψογον τό τινα ἑαυτὸν ἐπαινεῖν, δόξα οὐ μετρία πρὸ πολλοῦ ὑπάρχει μετὰ τοὺς κατὰ τὴν Ἀλεξάνδρου μεγάλην πόλιν οἰκοῦντας. ἄγων γὰρ σχολὴν περὶ τὰς ἐκεῖσε ἀκαδημίας ἀεί ποτε ἐφύλαττον τὴν εὐζωΐαν, καὶ σπουδαίως ἐπασκήσας τὴν ἐνοῦσάν μοι δύναμιν τὸν λόγον τὴν φιλόσοφον ἐπεύθυνον τοῖς βουλομένοις παιδείαν· τοῦτο ἐκ πατέρων καὶ προγόνων ἔμφυτον ἔχων, ὡς διδασκάλῳ χρησάμενος τῷ τοῖς τρισμακαριωτάτῳ μου πατρὶ Ἀσκληπιάδῃ, τῷ πονήσαντι τὸν πάντα αὐτοῦ βίον τοῖς Μουσείοις, νέους κατὰ τὴν παλαιὰν διδάξαντι παιδείαν σανασοντστη, κατὰ τὴν αὐτὴν πόλιν τὸν ἴσον τρόπον ἐσπούδασον φυλάττειν, ἀλλὰ ἡ ἐπιείκεια καὶ ἡ περὶ τοὺς λόγους εὐφυΐα παρὰ τῶν κακῶν οὐδαμῶς τιμῶνται· μαρτυρεῖ τούτῳ ἡ κατʼ ἐμοῦ νῦν συσκευὴ, καὶ ἡ κατὰ τῶν ἐμῶν πραγμάτων καὶ ἀνθρώπων παράλογος προσέλευσις. ἐγεννήθημεν γὰρ ἐγὼ καὶ , ἡ γαμετή μου σύμβιος καὶ ἀνεψιὰ ἐκ τῶν δύο ἀδελφῶν κατὰ πατέρα ἐγὼ τε καὶ αὐτὴ, κοινῶς τῶν ἡμῶν πατέρων βιωσάντων καὶ μηδέποτε ἀπʼ ἀλλήλων ἀποσχοινισθέντων μήτε τῇ διαθέσει μήτε τῇ οἰκήσει μήτε τῇ εὐζωία μήτε τῇ φιλοσόφῳ Μούσῃ Μούσα ὥστε ἀμφιβάλλειν πολλούς τινων εἴημεν γονέων, ὁπότερον ἐγὼ τοῦ αὐτῆς πατρὸς, ἡ αὐτὴ τοῦ ἐμοῦ. ὑπερβᾶσα τὴν φύσιν τοῖς ἔργοις, καὶ τὴν ἐπιείκειανἐπιείκιαν τῶν ἡμῶν πατέρων ἀσχημονοῦσα, μοιχῷ τινι προσωμίλησε καὶ πᾶσι μήδε λογισαμένη, πλοίου ἐπέβη καὶ τῆς πατρίδος ὑπερόριος γέγονεν. σιωπῶ γὰρ, ὅτι τὸ τοῦ ἀνδρὸς ὄνομα οὐκ ἔγνων πώποτε, ἅτε ξένου ὄντος ασχ πόρρω τῆς ἡμῶν πατρίδος χρηματίζοντος. οὐκ ἀρκουμένη τῷ ἐαθέντι αὐτῇ παρὰ τοῦ αὐτῆς πατρὸς μέρει, συναρπάζειν ἐβουλήθη καὶ τὸ λοιπὸν. ἐπιχειρεῖ γὰρ ὁμοῦ ἐν δίκῃ καὶ τὸ ἀνῆκόν μοι ἐκ πατρὸς καὶ ἑτέρων νομίμων καὶ δικαίων τίτλων εἰς αὐτὴν ἀνέλκειν, ταύτην μοι μόνην καταλιποῦσα τὴν ἐλπίδα, τυχεῖν τῆς ὑμῶνἡμῶν εὐαρχείας καὶ φυλαττούσης ἑκάστῳ τὸ δίκαιον· ἀλλʼ εὔελπις πάντως τυγχάνω, ὡς πάντων τῶν ἀδικημάτων ποινὴν δώσει, ὅσα εἰς ἐμὲ πεπλημμέληκεν. τούτων γὰρ τῶν πραγμάτων, ὧν τὴν νομὴν ἐξεζήτησεν ἀναγαγεῖν ὑπʼ αὐτὴν, οὐδὲν πώποτε ἐξ οἱουδήποτε τίτλου ὑπὸ νομὴν αὐτῆς γεγένηται, ἀλλʼ ὑπῆρχεν τοῦ ἥρωός μου πατρὸς Ἀσκληπιάδου ἐκ τε πατρῴας καὶ μητρῴας διαδοχῆς, ἀπὸ κληρονομιαίων καὶ ἀγοραστικῶν ἰδιοκτήτων τε καὶ ἑτέρων διαφόρων συμβολαίων καὶ νομίμων καὶ δικαίων τίτλων· οὗ τὸν κλῆρον ὡς μόνος αὐτοῦ υἱὸς τυγχάνων παρέλαβον. ὅθεν θαυμάζω τὸ ποικίλον, μᾶλλον δὲ τὸ πανοῦργον καὶ τὸ θηριῶδες ἐκείνης τῆς φύσεως, ὅπως ἐκ τοῦ ἐμοῦ οἴκου πάντα τὰ κινητὰ μετέθηκεν, ἀπὸ πολυτίμου ἕως ἐλαχίστου, εἰς οὓς ἐβουλήθη τόπους, ἐμοῦ κατὰ τὴν Ἀλεξανδρέων τὴν διαδιδασκαλίαν ποιουμένου τῶν νέων, καὶ ἐπὶ ξένηςενης τυγχάνοντος διὰ τὴν τῶν γονέων ὑπόλημψιν. τοῖς κινητοῖς μὴ ἀρκεσθεῖσα τοῖςτῆς εἰς πολλὴν ὁλκὴν χρυσίνου συντείνουσιν ἐβουλήθη καὶ τῶν ἀκινήτων ἐγκρατὴς γενέσθαι ἔκ τινος φιλοπραγμοσύνης, ὥστε καὶ αὐτὴν ἐλέγχει τὰ παρʼ αὐτῆς ἀδίκως καὶ ἀλόγως πεπραγμένα τε καὶ ἐξαιτηθέντα, ὧν οὐ πώποτε, καθὰ πολλάκις ἐν τοῖς προγραφεῖσι μεμήνυκα, ἐν νομῇ γεγένηται· ἀλλὰ τὰ αὐτὰ πατρῷά μου ὄντα ἐπʼἐφ’ ἐμαυτὸν ἔχων ὡς καὶ τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ. μαρτυροῦσιν δὲ καὶ αἱ παρʼ αὐτῆς γενόμεναι ἀνορυχαὶ καὶ ἀνασκαφαὶ ἐν τῶι ἐμῷ οἴκῳ καὶ διὰ δικέλλων καὶ ἑτέρων ἐργαλείωνἐργαλίων τοιουτοτρόπων, εἰς ἀναζήτησιν τῶν ἐαθέντων παρά του ἐμοῦ πατρὸς εἰς ἀναγκαίας καὶ ἀπαραιτήτους χρείας. τούτων τοίνυν ὅλων τὸν ἔλεγχον παρὰ πόδα καὶ ἐν καιρῷ τῷ δέοντι τῷ καθαροτάτῳ ὑμῶν ἀποκαλυφθήσεται δικαστηρίῳ, καὶ ποινὴν πάντως ἐπὶ τούτοις κατὰ νόμους παρέξει. τὰς γὰρ παρακατασχέσεις, ἃς καλοῦσιν οἱ νόμοι ῥετεντιῶνας, ἐξ ἠθῶν κακῶν καὶ μεταθέσεως σκευῶν, πρὸς ταῖς ἄλλαις πρὸς τιμωρίαν τῶν τοιουτοτρόπων γυναίκων ἐπενόησεν, ἃς πάντως καὶ ἐγὼκἀγὼ, διὰ τοὺς εἰς ἐμὲ γεγενημένους παρὰ τῆς τοιαύτης συμβίουσυνβίου τρόπους, ἐφʼ ὑμῖν τοῖς γενναίοις δικασταῖς πρὸς τῇ ἀποκαταστάσει τῶν ἐμῶν σκευῶν ἐν τῷ δέοντι καιρῷ καὶ ἀπὸ τῶν αὐτῆς ζητήσω. τούτων τοίνυν φυλαττομένων μοι κατὰ σῆς νομίμου δικαιολογίας, ἐξαιτῶ τὴν σὴν ἐντρέχειαν μὴ συγχωρῆσαι μηδεμίανμητεμίαν καινοτομίανκενοτομίαν γενέσθαι κατὰ τῆς ὑπʼ ἐμὲ νομῆς ἢ πραγμάτων ἢ ἀνθρώπων παρʼ οἱουδήποτε ἀνθρώπου, ἐκ συναρπαγῆς τινος ἢ ἐχθρῶν ἐπιβουλῆς, ἀλλὰ καὶ ὁρκίζω ὑμὰς κατά τοῦ παν τοκράτορος θεοῦ καὶ τῆς θείας καὶ οὐρανίας νίκης τοῦ τὰ πάντα νικῶντος δεσπότου τῆς οἰκουμένης Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, τούτους μου τοὺς ἀντιρρητικοὺςἀντιρητικοὺς λιβέλλους συνάψαι ἀναφορᾷ ἰδίᾳ καὶ μηνῦσαι τῷ καθαροτάτῳ δικαστηρίῳ, πρὸς τὸ μὴ γενέσθαι καινοτομίανκενοτομίαν τινὰ κατʼ ἐμοῦ ἢ ἀνθρώπων ἐμῶν ἢ νομῆς ὑπʼ ἐμὲ τυγχανούσης, ἐκ συναρπαγῆς τῶν ἐμῶν ἐχθρῶν. τοῦτο γὰρ βούλεται τὰ φοβερώταταφοβεροτατα ἔδικταἤδικτα, διὰ σοῦ τοῦ τὴν φροντίδα τῆς κώμης ἀναδεδεγμένουανατεταγμένου τὰ τοιαῦτα μηνυθῆναι τοῖς δικαστηρίοις, πρὸς τὸ μὴ βλαβῆναι τοὺς ἐπιεικεῖς καὶ ἰδιοπραγμονοῦντας. οὐ γὰρ δίκαιον τὴν ὑπʼ ἐμὲ νομὴν ἀλόγως εἰς ἑτέρους μετατεθῆναι. ὁρκίζω τοίνυν ὑμᾶς κατὰ τοῦ αὐτοῦ θείου ὅρκου ὑποσημάνασθαι εἰς τὸ ἴσον τούτων μου τῶν ἀντιρρητικῶν λιβέλλων, ὅτεὅτι καὶ αὐτοὺς ἐδέξασθε· καὶ ἐπὶ τὸ δικαστήριον μετὰ μηνύσεως καθὰ τοῖς νόμοις δόκει τούτουςτούτοις πέμπετε. Φλαύιος Ὡραπόλλων Ἀσκληπιάδου φιλόσοφος ὁ προγεγραμμένος ἐπιδέδωκα τούτους μου τοὺς λιβέλλους τοὺς ἀντιρρητικοὺς λιβέλλους, ἀξιῶν μηδεμίαν καινοτομίανκενοτομίαν ὑπομεῖναι τὰ ὑπʼ ἐμὲ πράγματα καὶ ἀνθρώπους ἐμοὺς, καὶ ὑπογράψας ἐπιδέδωκα. ἀσεβοῦς ψυχῆς ἴασις, εὐσεβούντων παραίνεσις, οὐκοῦν εἴης ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα καθʼκατ’ Ὅμηρον. τὸν μὲν πάλαι βίον φανεὶς ἐπὶ κεφαλαῖς, νῦν δὲ μετακαλῶς δίκαιος, ψυχωφελοῦς τῆς ὑμετέρας τυχῶν εἰσαγωγῆς, ἐπʼ ἀγκάλαις οὖν τὴν κέλευσιν ἔχω, μηδὲν τῆς αἰτηθείσης συγγνώμης λογισάμενος, ἐπειδὴ μηδὲ τὴν ἀρχὴν μέμνημαι παρατραπεὶς εἰς τὸν θαυμάσιον Βίκτορα, εἰ μὴ ὅσον εἰς μέμψιν ὑπωνειδισ αὑπομειδιωσα ἐγὼ τὴν κατὰ τῶν πενητῶν ἀδικίαν. οὐ γάρ εἰμι σύμ βουλος ἐπιβλαβῆς ἀπηνὴς εἰς πρᾶξιν αἰσχρὰν ἧς ἐργάτης πρὸς πάντας καθέστηκα· εχαηθη ἠνιάθην δὲ, πάτερ ἁγιώτατε συμφορᾶς πλῆθος θεώμενος, καὶ τοὺς παρʼ αὐτοῦ βεβιασμένους οὐ μέχρι δʼ ἀκούων ὑποχαλῶντας τὸν οἶκτον, ἀλλʼ ὑπορῶντας τραγικώτερον, τοῦ βίου τὴν στέρησιν, ἐφʼ ᾧ βίον ἄϊστον πάντως ἐδόκουν εἰ καὶ πενιχραῖς ἐλπίσιν ηὐξάνοντο, καὶ ἐμὲκἀμὲ μὲν παραινοῦντες, ἡμμένοι δὲ καὶ ἐκείνῳκἀκείνῳ, ὅπως ἐγὼ μὲν εὑρέθω πρὸς φίλους σωφρονέστερος, αὐτὸς δὲ τῶν προσταττομένων αλτνη πραγμάτων. τῷ δεσπότῃ μου τὰ πάντα θεοσεβεστάτῳ καὶ ἁγιωτάτῳἁγιωτάττῳ πατρὶ καὶ ἐπισκόπῳ ἄππα Κεφάλωνι Ἰωάννης υἱὸς Ψάτου πρὸς ἐπίσκοπον νοτάριος ἐμπαίδευτος πρὸς ἕτερονἕταιρον. ἡ δὲ ἐπιγραφὴ ἦν οὕτως· ἀπόδος σὺν Θεῷ τῷ δεσπότῃ μου πάντων ἕνεκα εὐκλεεστάτῳ καὶ πάσης αἰδοῦς ἀξίῳ προσκυνήτῳ καὶ ὁμοψύχῳ ἀδελφῷ αἰδεσίμῳ μου νοταρίῳ παρὰ τοῦδε νοταρίου τὰ προσκυνούμενα γράμματα τῆς σῆς ἐνδιαθέτου φιλίας κομισάμενος, ἥσθην οὐ σμικρῶς ἐπὶ τῇ ἐνπεριεχομένῃ αὐτοῖς δεινότητι ῥητορικῇ, πρὸς ἣν οὐδὲ ἀπολογίας εὐπορεῖν δεδύνημαι διὰ τὴν ἐμὴν περὶ τοὺς νόμους ἀμαθείαν, κατὰ τὸ εἰρημένον τῶι παλαιῶι, ὡς· εἰ δέκα μὲν γλῶσσαι δέκα δὲ στόματʼ εἶεν. ἐπιστάμενος δὲ καὶ πεπεισμένος ἀκριβῶς ὡς οὐ μέχρι γραμμάτων καὶ λόγων ἡ πρὸς ἀλλήλους φιλία, ἀλλʼ ὑμᾶς εἰδέναι τὰ ἐμὰ ἐνθυμήματα, εἰ καὶ μὴ ἄρτι ἐκφράσαι ταῦτα οἷός τέ εἰμὶ, περὶ τούτου ἀφροντίστως ἀφροντίστος διάκειμαι. παρα καλείσθω τοίνυν καὶ νῦν προσκυνείσθω πρὸς ἐμοῦ ἡ σὴ φιλία καὶ γράφειν μοι συχνῶς τὰ περὶ αὐτῆς, πρὸ ὀμμάτων ἀνελόντι ἐν ἐμαυτῷ τὴν περὶ αὐτῆς μνείαν ἀνάγραπτον, καὶ εὐχομένῳ αἰσίας αὐτῆς ἀκοῆς ἐφʼ ἑκάστης μεταλαβεῖν πρὸς πάντας γιγνομένης. ἐρρῶσθαί σε, δέσποτα, εὔχομαιCross-references (3)
- TM-Text 36528 primary
- DDbDP-Text p.cair.masp;3;67295 tier-1
- HGV-Text 36528 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.