Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67353

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ ἑκκαι δεκάτῃ τρίτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. πρόγραμμα ἀποκηρύξεώς τε καὶ ἀπαγορεύσεως, ἀπαθεῖς ἔχων τὰς φρένας καὶ διανοίας, ὀρθῷ καὶ ἀκριβεῖ λογισμῷ, δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης, ἐν δημοσίῳ καὶ πρακτικῷ τόπῳ. καὶ τοῦτο διαπέμπομαι τοῖς πατρολοοῖςπατρολωοῖς μου υἱοῖς ἕως ὀνόματος καὶ μόνου, φημὶ δὴ Διονυσίᾳ καὶ Ἰωάννῃ καὶ Παυλίνῃ καὶ Ἀνδρέᾳ τοῖς ἀποβολιμαίοις vestiges οἰόμενοςοἰομενοι εὑρεῖν ὑμᾶς βοηθοὺς ἐν ἅπασι καὶ γηροκόμους καὶ ὑποτακτικοὺς καὶ ὑπηκόους· ἔκ τε τῶν ἐναντίων ἐν ἡλικίᾳἡληκίᾳ γεγένησθε ἀντίπαλοί μοι ὡς καὶ μέγαιροι ὡς ἐκ πείρας ἔσχον τὴν ἄσπλαγχνον ὑμῶν πατροκτασίαν καὶ ἀθετητικὴν γνώμην, ἐφʼ ὅτι νοσοβαρὴς ἐγενάμην παρʼ ὑμῶν vestiges ποιότητι καὶ ποσότητι ἀπὸ πολυτελοῦς μέχρι ἀσσαρίου ἑνὸς καὶ ἑνὸς ὀβολοῦ, εἰ μὴ τὸ ἀπὸ νόμων τυπωθὲν μόνον φαλκίδιον ἤτοι δωδεκάτην μοῖραν τοῦ ὑμῶν ἀκλήρου, καὶ οὐκ ἐξὸνἐξὼν ἔτι ὑμῖν τοῦ λοιποῦ ὀνομάσαι με ὡς πατέρα, ὅσον καὶ ἐγὼκἀγὼ ὑμᾶς ἀπεταξάμην καὶ ἐβδελυξάμηνἐβδελαξάμην ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα παντελῆ χρόνον ὡς ἀποβολιμαίους καὶ νόθους καὶ δουλοχείρονας vestiges vestiges κορακοβρωσίανκορακοκβροσίαν γενέσθαι καὶ ὀμματωρυξίαν τούτου τοῦ τρόπου ὑμᾶς παραχαράττω μηδὲν λήμψασθαι μήτε μὴν δοῦναι ὑπὲρ ἐμοῦ περιόντος τε ἢ καὶ θνήσκοντος, διὰ τὸ ἐμοὶ ὀρθῶς καὶ δικαίως δεδόχθαι. καὶ ἐξορκίζω πάντα κριτὴν καὶ δικαστὴν καὶ πάντα θρόνον καὶ ἀρχὴν καὶ ἐξουσίαν ἀεὶ φυλάξαι τὰ ἐπὶ τοῖς τοιούτοις ἀπαιδεύτοις υἱοῖς ὑπὲρ ἐμοῦ ἀπαγορεύσεως καὶ ἀποκηρύξεως γρα τόπον. ἐξορκίζω δὲ ἅμα καὶ τὸν δημόσιον σκρίβα καὶ ταβουλάριον καὶ δημέκδικον τῆς τε τῆς λαμπρᾶς Ἀντινοέων πόλεως κατὰ τοῦ Θεοῦ πρὸ πάντων καὶ τῆς νίκης καὶ διαμονῆςθείας καὶ οὐρανίας τύχης τῶν οἰκουμενικῶν ἡμῶν δεσποτῶν καὶ βασιλέων ΦλαυίουΦλαυιων Ἰουστίνου καὶ Αἰλίας Σοφίας τῶν αἰωνίων αὐτοκρατόρων τὴν συνήθη ἀποδημίωσιν προσθέσθαι τοῖς διατυπωθεῖσιδιατυπωνῖσι παρʼ ἐμοῦ ὁρισμοῖς ἀεὶ βραβεύειν καὶ ἐκφωνῆσαι πάντῃ ἀηττήτως εἰς ἔκπληξιν μάλιστα τῶν μελλόντων τὰ ἴσα τούτοις τοῖς ἀσεβέσι διαπράξασθαι. ἔχρην γὰρ κα τὰ τὸν θεῖον νόμον τοὺς ἑαυτῶν γονεῖς ἄκρως τιμᾶν. τὸ ἐνάντιοντουναντιων δὲ οἱ τοιοῦτοι κάκιστοι ἐλοιδώρησαν καὶ κατεφρόνησαν τὸν πατρικὸν θεσμὸν καὶ τοῦτο ἐξέταξα μετὰ τοῦ προκειμένου φαλκιδίου τῇ ἐμῇ διαθήκῃ καὶ εἰς εἴδησιν πάντων κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.