Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.aphrod.1
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρήλιος Νικαντίνοος Ἰσιδώρου συντελεστὴς ἀπὸ κώμης Ἀφροδίτης διάγων ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων καλλιπόλεως Αὐρηλίοις Φοιβάμμωνι Τριαδέλφου καὶ αὐτῷ συντελεστῇ καὶ τῇ τούτου γαμετῇ Ἀναστασίᾳ τῇ καὶ Τεκρομπίᾳ θυγατρὶ Μεγάλου ὁρμωμένοις ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης διὰ σοῦ Ἀπολλῶτος Διοσκόρου πρωτοκωμήτου τῆς εἰρημένης κώμης θείου σου τῆς προγεγραμμένης Ἀναστασίας πρὸς μητρὸς χαίρειν. ὁμολογῶ ὑμῖν τὰ ἑξῆς ὑποτεταγμένα· ἐγὼ ὁ προγεγραμμένος Νικαντίνοος συντελεστὴς διάλυσιν συνεθέμην καθʼκατ ὑμῶν τῶν προγεγραμμένων Φοιβάμμωνος καὶ Ἀναστασίας τῆς αὐτοῦαὐτῆς γαμετῆς διὰ σοῦ τοῦ προλεχθέντος Ἀπολλῶτος πρωτοκωμήτουπρωτοκομήτου ἐν τῷ κατὰ χώραν πολιτικῷ δικαστηρίῳ περὶ τοῦ χρέους ὡσανεὶ καταβληθέντος παρʼ ἐμοῦ τὸ τηνικαῦτα ὑπὲρ λυτρώσεως ὑποθήκης γεγενημένης παρὰ τῶν αὐτοῦ γονέων εἰς ὄνομα Ἰωσηφίου υἱοῦ ὑπὲρ τοῦ κτήματος ὑποτεθέντος αὐτῷ παρὰ τῶν ἐμῶν γονέων καὶ διαπραθέντος ὑμῖν τοῖς προγεγραμμένοις Φοιβάμμωνι καὶ Ἀναστασίᾳ τῇ αὐτοῦ γαμετῇ παρὰ τῶν ἐμῶν ἀδελφιδῶνἀδελφιτῶν πρὸ ὀλίγου χρόνου, φημὶ δὴ Εὐδοξίας καὶ Ἀντωνίας καὶ Κολλούθου, ἀκολούθως τῇ δυνάμει τῶν γεγενημένων ὑμῖν παρʼ αὐτῶν πράσεων τοῦ αὐτοῦ κτήματος τῶν καὶ τὴν ἰδίαν ἰσχὺν ἐχουσῶν. καὶ πολλῶν εἰρημένων καὶ κινηθέντων μεταξὺ ἐμοῦ Νικαντινόου καὶ Ἀπολλῶτος πρωτοκωμήτουπρωτοκομητου ἐπὶ τὰ ἐνταῦθα τοῦ καὶ ἀναπληροῦντος τὴν χώραν ὑμῶν τῶν προ γεγραμμένων πρὸ δίκης καὶ πρὸ διαγνωστικῶν ἀγώνων τέλος φίλοι ἀγαθοὶ μέσοι ἡμῶν γενόμενοι οἵτινες διαλαβόντες τὰ τοῦ πράγματος ἐδικαίωσαν ἐμὲ τὸν αὐτὸν Νικαντίνοον λαβεῖν παρʼ ὑμῶν ὑπὲρ πάσης ἀπαλλαγῆς τοῦ καταβληθέντος παρʼ ἐμοῦ χρέους εἰς λύτρωσιν ὑποθήκης τοῦ προειρημένου κτήματος χρυσοῦ νομίσματα ἑπτὰ ἕκαστον παρὰ κεράτια δύο τῷ χρυσοχοϊκῷ σταθμῷ τῆς εἰρημένης κώμης Ἀφροδίτης καὶ σίτου ἀρτάβας εἴκοσι πενταμέτρῳ τῷ μέτρῳ σου τοῦ αὐτοῦ Φοιβάμμωνος τοῦ τὴν τάξιν ὑμῶν τῶν προγεγραμμένων ἀναπληροῦντος. τούτων τοίνυν οὕτω γενομένων καὶ στερχθέντων καὶ ἀρεσθέντων ἐμοί τε Νικαντινόῳ καὶ Ἀπολλῶτι πρωτοκωμήτῃπρωτοκομητη πρὸς τὴν κρίσιν τῶν μέσων φίλων τούτου ἕνεκα εἰς ταύτην ἐλήλυθα τὴν ἔγγραφον διαλυτικὴν ὁμολογίαν διʼ ἧς ὁμολογῶ ἐγὼ ὁ προγεγραμ μένος Νικαντίνοος ἑκουσίᾳ γνώμῃ καὶ προαιρέσει ἰδίᾳ ἀμετανοήτῳ καὶ ἀδόλῳ βουλήσει, ὀρθῇ διανοίᾳ δίχα δόλου παντὸς καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης εἰληφέναι μὲν καὶ πεπληρῶσθαι παρʼ ὑμῶν τῶν προγεγραμμένων Φοιβάμμωνος καὶ Ἀναστασίας διὰ σοῦ τοῦ προ λεχθέντος Ἀπολλῶτος πρωτοκωμήτουπρωτοκομητου τὰτων δόξανταδοξαντων δίδοσθαί μοι πρὸς τὴν δικαίαν κρίσιν τῶν μέσων φίλων, τοῦτό ἐστιντουτέστιν νομίσματα ἑπτὰ παρὰ κεράτια δεκατέσσαρα καὶ σίτου ἀρτάβας εἴκοσι πενταμέτρῳ, πρὸς τὸτω ἐμὲ ἀπʼ ἐντεῦθεν ἤδη ἀναδοῦναί σοι τὴν αὐτὴν ὑποθήκην εἰς ἀκύρωσιν, μηδένα δὲ λόγον ἔχειν ἢ ἕξειν πρὸς ὑμᾶς καὶ κληρονόμους ὑμῶν καὶ διαδόχους καὶ διακατόχους, μὴ πρὸς τὸν αὐτὸν Ἀπολλῶν καὶ τοὺς αὐτοῦ κληρονόμους, οὐκ ἐγώ, οὐ κληρονόμοι μου, οὐ διάδοχοι, οὐ διακάτοχοι μὴ περὶ τοῦ αὐτοῦ χρέους τοῦ καταβληθέντος παρʼ ἐμου τὸ τηνικαῦτα Ἰωσηφίῳ εἰς λύτρωσιν τοῦ αὐτοῦ κτήματος, μὴ περὶ τῆς εἰρημένης ὑποθήκης, μὴ περὶ νομῆς ἢ δεσποτείας τοῦ προ ειρημένου κτήματος τοῦ διακειμένου ἐνἐμ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ καλουμένῳκαλουμενον Μουνλακον ἐκ νότου τῆς ὁδοῦ τῆς βαλλούσης ἐπὶ τὴν κώμην Τμονεχθη, μὴ περὶ προσόδων τούτου, μὴ περὶ οἱουδήποτε πράγματος ἀνήκοντος τῷ αὐτῷ κτήματι δικαίῳ ἢ μὴ ἀνήκοντος, μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, ἀκρίτου ἢ κεκριμένου τὸ σύνολον, ἀλλʼ ἔχειν ὑμᾶς δεσποτικῷ δικαίῳ ἐπὶ τὸ διηνεκὲς τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ προειρημένου κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου διὰ τὸ ἐμὲ εἰληφέναι ἐκ πλήρους τὰ δόξαντα δίδοσθαί μοι παρʼ ὑμῶν διὰ σοῦ τοῦ προλεχθέντος Ἀπολλῶτος, τουτέστιν νομίσματα ἑπτὰ παρὰ κεράτια δεκατέσσαρα χρυσοχοϊκῷ σταθμῷ τῆς εἰρημένης κώμης καὶ σίτου ἀρτάβας εἴκοσι πενταμέτρῳ, καὶ ἀπηλλάχθαι καὶ διαλελύσθαι πρὸς ὑμᾶς ἐν ἅπασι καὶ μηδεμίαν μοι τοῦ λοιποῦ σῴζεσθαι καθʼ ὑμῶν οἱανδήποτε ἀγωγὴν εἰς πρόσωπον ἢ καὶ εἰς πρᾶγμα ἁρμόσασανἁρμοσασης ἢ καὶ ἁρμόσαιἁρμόσοι δυναμένηνδυναμενης ἐκ παντὸς τοῦ προλαβόντος χρόνου μέχρι τῆς σήμερον καὶ προ γεγραμμένης ἡμέρας καὶ εἰς τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ μὴ δύνασθαί μέ ποτε καιρῷ ἢ χρόνῳ ἐγκαλεῖν ὑμῖν καὶ τοῖς ὑμῶν κληρονόμοις ἐν δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπιχωρίῳ ἢ ὑπερορίῳ μὴ διʼ ἐμοῦ, μὴ διʼ ἐντολέως, μὴ διὰ παρενθέτου προσώπου ἢ θείας φιλοτιμίας ἢ πραγματικοῦ τύπου ἢ ῥεσκρίπτου ἢ θείου νεύματος ἢ δικανικῆς λεπτολογίας ἢ ἑτέρας οἱασδήποτε αἰτίας συμβῇ ταύτην ἀτονῆσαι ἢ μέροςμέρους αὐτῆς, ἀλλὰ καὶ ἐσβέσθαι μοι καθʼ ὑμῶν καὶ κατὰ τῶν ὑμῶν κληρονόμων οἱανδήποτε ἀγωγὴν εἰς πρόσωπον ἢ εἰς πρᾶγμα ὡς ἀνωτέρω εἴρηται διὰ τὸ μηδεμίαν μετουσίαν ἔχων τοῦ λοιποῦ πρὸς ὑμᾶς περί τε τοῦ αὐτοῦ κτήματος ἢ περὶ νομῆς τούτου ἢ περὶ χρέους ἢ περὶ ἑτέρου τινὸς πράγματος ἀνήκοντος τῷ αὐτῷ κτήματι καὶ παντὸςπαν αὐτοῦ δικαίουδικαιον τὸ σύνολον διὰ τὸ ἐμὲ εἰληφέναι ἐκ πλήρους τὰ δόξαντα δίδοσθαί μοι πρὸς τὴν κρίσιν τῶν μέσων φίλων, τουτέστιν νομίσματα ἑπτὰ παρὰ κεράτια δεκατέσσαρα χρυσοχοϊκῷ σταθμῷ καὶ σίτου ἀρτάβας εἴκοσι ὡς πολλάκις εἴρηται. καὶ προσεπὶ τούτοις πᾶσι καὶ ἐφʼ ἑκάστῳ τῶν προγεγραμμένων κεφαλαίων ἐπωμοσάμηνεπωμοσαμεν τήν τε ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκου vestiges δεσπότου τῆς οἰκουμένης Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἐμμένειν διηνεκῶς τῇ δυνάμει ταύτης τῆς διαλυτικῆς ὁμολογίας καὶ παντὶ μέρει αὐτῆς καὶ κεφαλαίῳ καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ ποτε καιρῷ ἢ χρόνῳ τολμήσαιμι παραβῆναι πάντα τὰ διομολο γηθέντα παρʼ ἐμοῦ ἐν ταύτῃ τῇ διαλυτικῇ ὁμολογίᾳ καὶ βουληθείην ὑπεναντίον τι χωρεῖν, ὁμολογῶ παρασχεῖν ὑμῖν λόγῳ προστίμου ἐπὶ μόνου τοῦ ἐπιχειρήματος τῆς παραβάσεως χρυσοῦ νομισμάτια εἰκοσιτέσσαρα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα πρὸς τῷ ὑποκεῖσθαί με τῷ τῆς ἐπιορκείαςἐπιορκίας κινδύνῳ καὶ τοῖς ὡρισμένοις κατὰ νόμους ἐπιτιμίοις κατὰ τῶν παραβαίνειν ἐπιχειρούντων τὰς ἐνωμότους ἑαυτῶν συνθήκας, οὐδὲν δὲ ἧττον καὶ πρὸ τοῦ προστίμου καὶ μετὰ τὴν τοῦ προστίμου καταβολήν, εἴ ποτε πρὸς ἀπαίτησιν ἁρμόσοιαρμοσαι, ἀρραγῆ καὶ ἀσάλευτον εἶναι ταύτην τὴν διαλυτικὴν ὁμολογίαν διὰ παντὸς ἥνπερ ὑμῖν ἐθέμην πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ὑποθέμενος ὑμῖν εἰς ἅπαντα τὰ προγεγραμμένα καὶ εἰς τὴν τοῦ προστίμου ἀπαίτησιν, εἰ οὕτω τύχοι, πάντα τὰ νῦν ὄντα μοι καὶ ἐσόμενα πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης· καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς παρʼ ὑμῶν ταῦθʼ οὕτως ἔχειν, δώσειν, ποιεῖν, φυλάττειν, ἐμμένειν, πληρώσειν, εἰς πέρας ἄγειν ὡμολόγησα. Αὐρήλιος Νικαντίνοος Ἰσιδώρου ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐσχηκὼςἐσχηκὸςεχεκος ἐκ πλήρους τὰ δόξαντα, τουτέστιν νομισμάτια ἑπτὰ καὶ σίτου ἀρτάβας εἴκοσιεἴκοσει , καὶ ὤμοσαὀμισα τὸν θεῖον ὅρκονορκων ἐπὶ τῷ προστίμῳπρωστίμῳ καὶ πείθομαιπίθωμαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡςος πρόκειται καὶ ὑπογράψας ἀπέλυσααπαλασα. Αὐρήλιος Μουσῆς Ψαίου συντελεστὴς ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ ὁμολογίᾳὁμολογιαν ἤτοι διαλύσει ἀκούσας παρὰ τοῦ θεμένου. Ἑρμαῶς Βόττου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλυτικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Σενούθης Ἀπολλῶτος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλυτικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀπολλῶς Βησίου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλυτικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Φταουκηθτ λδ ἀκούσας παρὰ τοῦ θεμένου.Cross-references (3)
- TM-Text 22120 primary
- DDbDP-Text p.mich.aphrod;;1 tier-1
- HGV-Text 22120 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.