Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.9

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τρίτου Παῦνι ε τῆς τρίτης ἰνδικτίονος ἐν Συήνῃ· Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαριὰμ χωρὶς τοῦ κυρίου αὐτῆς ἀνδρὸς χρηματίζουσα, γαμετὴ τότε Ἰακώβου, ἀπὸ τῆς Συήνης ὁρμωμένη, ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ βεβαίᾳ πράσει, Αὐρηλίοις Πατερμουθίῳ υἱῷ Μηνᾶ ναύτῃ καὶ γαμβρῷ μου καὶ Κακῶτι γαμετῇ αὐτοῦ ἰδίᾳ μου θυγατρὶ ἐκ πατρὸς τοῦ προ γεγραμμένου Ἰακώβου ἀπὸ τῆς Συηνιτῶν πόλεως ὁρμωμένοις χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ταπία διὰ ταύτης μου τῆς ἐγγράφου ὠνιακῆς ἀσφαλείας ἑκοῦσα καὶ πεπεισμένηπεπεισμένοι δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείαςκολακίας καὶ μηχανῆς καὶ κακονοίας καὶ κακοηθείας καὶ ἐλαττώματος παντὸς καί τινος φαύλου διανοήματος καὶ πάσης νομίμου περιγραφῆς, ἀλλʼ ἑκουσίῳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ὀρθῇ διανοίᾳ καὶ καθαρῷ σκοπῷ καὶ ἀμετατρέπτῳ λογισμῷ καὶ ἀμεταθέτῳ βουλήματι καὶ εἰλικρινεῖ συνειδήσει, ἅμα δὲ καὶ ὀμνύουσα τὸν φρικτὸν καὶ σεβάσμιον ὅρκον τοῦ παντοκράτορος θεοῦ καὶ τῆςτὴν νίκηςνικην καὶ διαμονῆςδιαμονην τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαυίων Τιβερίου Μαυρικίου καὶ Αἰλείας Κωνσταντίνης τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν, πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθείῳ καὶ Κακῶτι συμβίῳ αὐτοῦ ὠνιακῷ νόμῳ καὶ αἰωνίᾳ κατοχῇ καὶ ἐξουσίᾳ πάσῃ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα διηνεκῆ χρόνον τὸ ὑπάρχον μοι ἥμισυ μέρος τοῦ συμποσίου ἐν τῇ οἰκίᾳ τῆς μητρός, οὗ καὶ τὸ ἄλλο ἥμισυ μέρος ἀνήκειν Μηνᾷ καὶ Τσελὲτ τοῖς ἀδελφοῖς μου, νεύοντος εἰς βορρᾶνβορρᾶ εἰς τὸν πεσσὸν ἐν τῇ δευτέρᾳ στέγῃ, καὶ τὸ μέρος μου ἀπὸ δώματος ἐν τῇ τετάρτῃ στέγῃ τοῦ ἐπάνωθεν τοῦ ἀκουβίτου Ταλιφάντις,Ταλεφάντις σὺν τῷ μέρει μου τῶν ὅλων χρηστηρίων τῆς οἰκίας, ἀφʼ ἧς πέπρακα ὑμῖνπεπρακαμεν τὸ ἥμισυ μέρος τοῦ συμποσίου, οὔσης ἐν τῇ Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύραν τοῦ εὐκτηρίουτουτηριου τοῦ ἁγίου καὶ ἀθλοφόρου Βίκτορος περιελθὸν εἰς ἐμὲ οὕτως· τέταρτον μὲν μέρος ἀπὸ κληρονομίας τῆς μητρός μου, ἕτερον δὲ τέταρτον ἀπὸ ἀγορασίας παρὰ Γεωργίου τοῦ ἀδελφοῦ μου· ἔτι μὴν καὶ πεπρακέναι σοι καὶ τὸ μέρος μου ἀπὸ τῆς οἰκίας τοῦ πατρός μου Τσίου πρὸς τὸν μερισμόν, τῆς αὐτῆς οἰκίας διακειμένης ἐν τῇ αὐτῇ λαύρᾳπαυρα, ἔτι μὴν καὶ τὸ μέρος μου ἀπὸ τῆς μικρᾶςμικρῆς οἰκίας ἐν τῇ αὐτῇαυλη λαύρᾳ, περιελθὸν εἰς ἐμὲ οὕτως· μέρος μὲν ἀπὸ κληρονομίας τῆς μητρός μου, μέρος δὲ ἀπὸ πατρῴας κληρονομίας, οἵαςοἱα ἐστὶν διαθέσεως ἀπὸ θεμελίων ἕως ἀέρος. ἁπλῶς οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τῶν τριῶντρειῶν οἰκημάτων τῆς μητρός μου καὶ τοῦ πατρὸς κατὰ τὸ λαχόν μοι μέρος σὺν τῷ μέρει τῶν ὅλων χρηστηρίων ο, κοινῶν δὲ ὄντων καὶ ἀδιαιρέτων εἰς ἐμὲ καὶ εἰς τοὺς ἄλλους μου ἀδελφούς. προσομολογῶ δὲ καὶ πεπρακέναι τὸ αἱροῦν μοι ἥμισυ μέρος οἰκίας, τὸ περιελθὸν εἰς ἐμὲ ἐκ δικαίας ἀγορασίαςκγορασιας παρὰ Ἰωάννου Πατεχνουμίου, ἧςοὑ καὶ τὸ ἄλλο ἥμισυ μέρος ἀνήκειν τῷ εὐμοίρῳ μου ἀνδρὶ ἐξ ἀγορασίας παρὰ τοῦ αὐτοῦ Ἰωάννου, τῆς αὐτῆς οἰκίας διακειμένης ἐν τῇ Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς οἰκίας νότου οἰκία τῶν κληρονόμων Ἄπα Δίου Ἀβρααμίου ἢ οἳ δʼ ἂν ὦσι γείτονες πάντη πάντοθεν, καθὼς καὶ ἐν στόματι ὑπηγόρευσαὑπηγορευσαμεν ἐγὼἠμεις ἡσοι ἀποδομένηαποδομενοι. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τῶν προδεδηλωμένωνπροδεδηλουμένων μερῶν οἰκημάτων πρὸς τὴν δύναμιν τῶν πράσεων καὶ τῶν κλήρων τῶν καὶ ἀναδοθεισῶν εἰς μείζονά ὑμῶνσου ἀσφάλειαν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισματίων δέκα ζυγῷ τῆς Συηνιτῶν γίνονται χρυσοῦ νομισμάτια ι ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν τιμὴν μὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων μέρος μὲν ἀνήλωσα εἰς τὴν ἀναγκαίαν χρεῖάν μου ἢ διατροφὴν ἐν τῇ Ἀντινοέων, μέρος δὲ δέδωκα εἰς τὴν ὑπερβαίνουσάν μοι ζημίαν ἐν τῇ αὐτῇ πόλει προφάσει Ἰωάννου τοῦ ἐμοῦ ἀδελφοῦ ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρη. καὶ βεβαιώσω ὑμῖν τὴν παροῦσαν πρᾶσιν πάσῃ βαβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ καὶ ἀντιποιησομένου καὶ πρὸς τῷ ὑμᾶςσε τοὺς πριαμένους ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ ἀνοικοδομεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν κτᾶσθαι χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ ἀκωλύτως τε καὶ ἀνεμποδίστως, καὶ μὴ ἐξεῖναί μοι μήτε κληρονόμοις μου μήτε διαδόχοις μήτε διακατόχοις ἐνάγειν ὑμῖν μήτε τοῖς μεθʼ ὑμᾶςὑμων παραλημψομένοις μήτε διαδόχοις μήτε διακατόχοις μήτε ἐγκαλεῖν μήτε ἐγκαλέσεινἐγκαλεσειεν μήτε ἐπιφυῆναι μήτε παραβῆναι μήτε παρασαλεῦσαι ταύτην μου τὴν πρᾶσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ ἢ χρόνῳ κατὰ μηδέναμηθένα τρόπον ἀφορμῇ μηδεμιᾷ, διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με παρʼ ὑμῶν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν νομισματίοις δέκα . τὸν δʼ ἐπελευσόμενον ὑμῖντμιν ἢ καὶ ἀντι ποιησόμενον ἕνεκεν τῆς πράσεως ἢ μέρους αὐτῆς τὸ σύνολον ἐκστήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι. καὶ πρὸς ὑμῶν ἀσφάλειαν ταύτην ἐξεδόμην τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων, καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον ὡμολόγησα . Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαριὰμ χωρὶς τοῦ κυρίου αὐτῆς ἀνδρὸς χρηματίζουσα ὁρμω μένη ἀπὸ Συήνης ἡ προκειμένη πεπρακυῖα τὸ ὑπάρχον μοι ἥμισυ μέρος συμποσίου ἐν δευτέρᾳ στέγῃ καὶ τὸ μέρος μου ἀπὸ τοῦ δώματος ἐν τετάρτῃ στέγῃ ἐν τῇ οἰκίᾳ τῆς μητρός μου, ἔτι μὴν καὶ τὸ ἥμισυ μέρος οἰκίας τὸ περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Ἰωάννου Πατεχνουμίου, σὺν μέρειαερει αὐτῶν ἀπὸ τῶν ὅλων χρηστηρίων τῶν τε προθύρων καὶ πυλώνωνπυλόνων καὶ πεσσῶν καὶ ἑτέρων συγκυρούντωνσυγκηρούντων χρηστηρίων, καὶ ἀπεσχηκυῖα παρʼ ὑμῶνυμαν τὴν τελείαν καὶ προγεγραμμένην τιμὴν ἐν χρυσοῦ νομισματίοις δέκα ζυγῷ Συήνης, καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης καὶ εἰπούσης μοι γράμματα μὴ εἰδέναιεἰδυιης . Παπνοῦθις Δῖος διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ . Φλαύιος Κῦρος Ἰωάννου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσειπράσι ἀκούσας παρὰ τὴς θεμένης . Φλαύιος Ἰωσὴφ Βίκτωρ ἰατρὸς καὶ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ . Φλαύιος ΜουσαίοςΜουσαίου Ἀβρααμίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παπνοῦθις ΜαρτυριόυΜαρτυρίοου κεντυρίωνκεντηρίον ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης Κολοῦθος κεντυρίωνκεντηρείωνκεντηρηιων ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἄπα Δῖος Μηνᾶ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆςτου θεμένηςθεμενου. διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἀπὸ βικαρίωνβικαριανῶν ἐγράφη .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.