Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.2.67156tripl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότουδεσπότου ΦλαυίουΦλαυίου Ἰουστίνου τοῦ αἰωνίουαἰωνίου ΑὐγούστουΑὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, Θὼθ εἰκάδιεἰκὰς ἑβδόμῃ τῆς παρούσης τετάρτης ἰνδικτίονος ἐν ἈντινόουἈντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους τὴν ἀντισύγγραφον κοινὴν ἁπλῆν ὁμολογίανδισσὴν ὁμότυπον ὁμολογίαν οἱ ἀφʼ ἑκατέρου μέρους, ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις καὶ ὁμολογήμασιν, ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις· ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρηλία Τεκρομπία θυγάτηρ Σερήνου, ἐκ μητρὸς ΘερμουθίαςΘερμουθίας, ἀνθυλοπράτισσα, ὁρμωμένη ἀπὸ ταύτης τῆς καλλιπόλεωςκαλλιπόλεως Ἀντινοέων, χωρὶς κυρίου ἀνδρὸς χρηματίζουσα, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Μαρία θυγάτηρ ἄπα ΜιαἈπαμιᾶ τοῦ τῆς εὐλαβοῦς μνήμης ἀπογενομένου διακόνου, ἐκ τῆς προγεγραμμένης Τεκρομπίας αὐτοῦ συμβίου γαμετῆς καὶ ταύτης μητρός, ἀπὸ τῆς αὐτῆς πόλεως, μετὰ συνεστῶτοςωτος καὶ συνευδοκοῦντος καὶ συμπειθομένου αὐτῇ ἐπὶ ταύτῃ τῇ κοινῇ ἐγγράφῳ ὁμολογίᾳ ἐμοῦ παρόντος Δανιηλίου υἱοῦ Ἡρακλείδου, ἐπιστάτου ἀνθυλοπρατῶν, ἀνδρὸς Μαρίας, ὁρμωμένου καὶ αὐτοῦ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων πόλεως. καὶ ὁμολογοῦσιν ἀλλήλοις τὰ ἐφʼ ἑξῆς ἐπὶ λέξεως οὕτωςοὕτως· πρώην τοῦ εὐμοίρου μου ἀνδρὸς ἄπα ΜιαἈπαμιᾶ, τοῦ μακαριωτάτου σου πατρὸς Μαρίας, τῆς ἐξ αὐτοῦ παιδοποιηθείσης μοι γλυκυτάτης θυγατρός, ἐξιόντος τοῦ βίου, καταλέλοιπέν σε τὴν προαφηγηθεῖσαν Μαρίαν καὶ Ἄνναν καὶ Φοιβάμμωνα καὶ ΕὐχαριστίανΕὐχαριστείαν τοὺς σοὺς ἀδελφοὺς ὁμογαστρίους ἐξ ἀμφοτέρων ἡμῶνἡμῶν τῶν γόνεων· καὶ ἀόκνως εἰργασάμην μετὰ σπουδῆς ἀγρύπνωςαγρυπνος εἰς τὴν ἡμῶν ἀνθυλοπρατικὴν τέχνην ἕως ὅτε ἀνήγαγον ὑμᾶς παρʼ ἐμοῦ τρεφομένους διόλου εἰς ἡλικίανεἰς ἡλικίαν καὶ εἰς γάμον δεδομέναςεἰς γάμον δεδομένας· καὶ ἀνήλωσα πάμπολλα εἰς τοὺς γάμους ὑμῶν ἀναλώματα, καὶ ἤδη δεκατριῶν ἐνιαυτῶν μέχρι τῆς δεῦρο διαγεναμένων ἐπὶ τῇ τοῦ πατρὸς ὑμῶν ἀποβιώσει, ἐργαζομένη ἀδιαλείπτως εἰς τὴν κοινὴν ἡμῶν μετʼ ἀλλήλων εὐζωΐαν. ἀρτίως δὲ τοὺς λογισμούς, εὑρεθεῖσαιθεισαι μετʼ ἀλλήλων, ἐπράξαμεν εἴς τε τὸ εἰσοδευόμενονεἰσεποδευόμενον ἡμῖν κέρδος καὶ εἰς τὰς ζημίας, εὑρέθημεν χρεωστοῦσαι χρυσοῦ νομίσματα ὀκτὼ εἰς πάντα λόγον παρὰ κεράτιακεράτια ἓξ ἕκαστον, ζυγῷ δημοσίῳ Ἀντινόου, γίνεται χρυσοῦ νομίσματα η παρὰ κεράτια μη, τῷ δημοσίῳ ζυγῷ Ἀντινόου. καὶ μετὰ ταῦτα ἐπεζήτησας πρὸς ἐμὲ τὴν μητέρα σου ἔγγραφον μίσθωσιν ἐπʼ ἐνοικίωνἐνοικείων λόγῳ τοῦ ἀνήκοντός σοι τετάρτου μέρους τῶν ὄντων ἡμῖν δύο οἰκημάτωνοἰκημάτων ὑπὲρ ἐμοῦ τε καὶ τοῦ σου πατρὸς ἐν ταύτῃ τῇ Ἀντινοέων πόλει. καὶ ἐγὼκἀγὼ ἡ μήτηρ σου Τεκρομπία ἐπεζήτησα πρὸς σὲ τὴν θυγατέρα μου Μαρίαν, ἅμα τῇ μισθώσει γεναμένῃγενομένῃ σοι παρʼ ἐμοῦ τοῦ αὐτοῦ σου τετάρτουτετάρτου τετάρτου μέρους τῶν οἰκημάτων, τὸ ἐπιβάλλον σοι τέταρτον μέρος ἐκ τῶν τοῦ χρέους νομισματίων ὀκτώ , τοῦτʼ ἔστιν νομισμάτια δύο , ὁμοῦ παρὰ κεράτιακεράτια δώδεκα , ζυγῷζυγῷ Ἀντινόου. καὶ παρακλήσεις προσ ήγαγες μοι ἐνδοῦναί σοι εἰς ταῦτα μέχρι τῆς ἐμῆς τελευτῆς, ἐπὶ τῷ σε ταῦτα ἀναμφιβόλως παρασχεῖν εἰς τὸ προκείμενον χρέος μετὰ τὴν ἐμὴν ἀποβίωσιν καὶ μηδὲν ἄλλο περαιτέρω τούτων δοῦναι, μήτε μὴν ἄλλο τι λήμψασθαι ὑπὲρὑπὲρ πατρῴας πάσης καὶ μητρῴας κληρονομίας ἐκ παντοίων κοινῶν κινητῶν πραγμάτων μεταξύ μου ὄντων καὶ τοῦ σου πατρός, εἰ μὴ τὸ τέταρτόν σου μέρος τῶν δύο μόνων οἰκημάτων ὧν τὴν μίσθωσιν ἀρτίως ἐξεθέμην σοι βεβαίαν εἶναιεἶναι σοι καὶ κυρίαν. ἀνθομολογῶ τε καὶ ἐγὼκἀγὼ Μαρία ἡ προ γεγραμμένη σου θυγάτηρ ἑτοίμως ἔχειν τὰ προειρημένα δύο νομίσματανομίσματα ἀπολογήσασθαι εἰς τὸ χρέος τῶν ὀκτὼ νομισμάτων πρὸς πᾶσαν ἐμὴν ἀπαλλαγήν, καὶ μηδὲν ἄλλο χρέος ὑπὲρ σοῦὑπὲρ σοῦ τε καὶ τοῦ πατρός μου ἀποδιδόναι καὶ ἂνκὰ̓̀ν ὄντος χρέους καὶ ἂνκὰ̓̀ν μὴ ὄντος μετα τὴν σὴν ἀπο βίωσιν, καὶ μηδὲν ἄλλο ἐπιζητεῖν εἰς μοίραν μουμου καὶ κλῆρον εἰ μὴ τὸ τέταρτον μέρος μουμου τῶν δύο οἰκημάτων διὰ τὸ ἐμὲ τελείως πεπληρῶσθαι τοῦ παντὸς ἀνήκοντός μοι μέρους ὑπὲρ τῆς σῆς κληρονομίας καὶ τοῦ ἀναπαυσαμένου μου πατρὸς ἐντεῦθεν ἤδη· καὶ εἰ βουληθείην ἐνάξαι σοί τε καὶ τοῖς ἀδελφοῖς μου περὶ τούτου ἢ καὶ ἄλλων γε σὺν Θεῷ ἐπικτηθησομένων παρὰ σοῦ ἀπὸ τῆς δεῦρο ἐπὶ τὸν ἅπαντα τῆς ζωῆς σου χρόνον πραγμάτων, παρέξω σοί τε καὶ τοῖς σοῖς κληρονόμοις, δίχα κρίσεως καὶ δικῆς καὶ οἵας δήποτε εὑρησιλογίαςεὑρεσιλογίας, χρυσοῦ νομίσματα δέκα ἓξ εὔσταθμα ζυγῷ δημοσίῳ, μετὰ καὶ τοῦ ἐμὲ ἀνωφελῆ ἀκοῦσαν ἐμμεῖναι τοῖς ἐγγεγραμμένοιςἐγγεγραμμένοις, ἐφʼ οἷς καὶ ὤμοσα τὸν φρικωδέστατον ὅρκον μὴ παραβῆναι πώποτε ταύτην τὴν ὁμολογίαν, ἥνπερ ἐθέμεθα ἀλλήλοις μεθʼὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογραφομένων καὶ συνηθῶν μαρτύρων, παρʼ ὧν ἐρωτηθεῖσαι ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν κύρια καὶ βέβαια πανταχοῦ προφερόμενα καὶ πληροῦν ὡμολογήσαμενπροφερόμενα ὡμολογήσαμεν. σημεῖασημῖα Τεκρομπίας σημεῖασημῖα Μαρίας εὔδηλον δὲ καὶ τοῦτο, ὡς προεῖπον, ὥστε σὲ Μαρίαν τὴν ἐμὴν θυγατέρα πώποτε ἐμοῦ ζώσης μὴ δύνασθαί σε κρατεῖν τοῦ τετάρτου σου μέρους τῶν δύο οἰκημάτων εἰ μὴ μετὰ τὴν ἐμὴν ἀπο βίωσιν, καὶ παρασχεῖν τὰ δύο νομίσματα τοῦ σου μέρους ἐκ τοῦ χρέους τῶν ὀκτὼ νομισμάτων, μέντοι γε ἐμοῦ κατʼκαθʼ ἔτος τῆς σῆς μητρὸς παρασχομένης σοι τὸ ἐνοίκιονἐνοίκειον αὐτοῦ, ἤτοι χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἓξ κατὰ τὴν γεναμένην σοι παρʼ ἐμοῦ μίσθωσιν τῶν αὐτῶν δύο οἰκημάτων. καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ πᾶσι ὡς προεῖπον ὡμολόγησα .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.