Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67314

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀποβιώσεως τὸ ἐνοίκιονἐνοίκειον τῆς ης οἰκίας τῆς διακειμένης ἐπὶ ταύτης τῆς Ἀντινοέων πόλεως ἀναλαβεῖν καὶ ἐμοὶ τῇ μητρὶ ὑμῶν ἀπὸ δοῦναι εἰς τὴν παραμυθίανπαραμυθείαν τοῦ ἐμοῦ χρέους, ἀλλὰ ταύτης τὴν αὐθεντείαν πᾶσαν καὶ δεσποτείαν ὑμᾶς ἕξειν ἀδιανεμήτως μετʼ ἐμοῦ εἰς κ ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ τὸν τῆς ἐμῆς ζωῆς ω πρὸς ἐμὲ μετὰ τοῦ ὑμῶν πατρὸς ὥστε τὴν συγκομιδὴν αὐτῆς ἤτοι παντοίαν πρόσοδον κατʼκαθʼ ἔτος, μετ τῶν τούτου δημοσίων διακειμένου ἐπὶ τῆς κώμης τοῦ Ἑρμουπολίτου νομοῦ, πᾶσαν δὲ τὴν περιττευομένην πρόσοδον τοῦ αὐτοῦ καὶ τοῦ ἄλλου χωρίου, ἐξ οὗ καὶ κομίζομεν κατʼ ἔτος οἴνου κάδους ἕκατον τετραξεστιαίους, καὶ τὸν πάντα ληφθησόμενον ἐξ ἑκατέρου τούτου λημματισμὸν διαιρεθῆναι μεταξὺ ἡμῶν ἀλλήλων, εἰς ἐμὲ μὲν τὴν μητέρα ὑμῶν περιελθεῖν μέρος τρίτον δωδέκατον, εἰς ὑμᾶς δὲ τοὺς υἱούς μου τοὺς πέντε τὸν ἀριθμὸν τὴν ἰδίαν μοῖραν εἰς η κατὰ τὰ διὰ τυπωθέντα νῦν παρʼ ἡμῶν ἀλλήλων εἰς τὸ δύο ε ὑπουργῆσαι τῷ προειρημένῳ μου ἐτησίῳ πεκουλίῳπικουλίῳ καὶ τῷ χρέει μου, μὴ δυναμένους ὑμᾶς μήτε δυνησομένους ἀμελείᾳ τινὶ ἢ ὑπερθέσει κατʼ ἐμοῦ χρήσασθαι περὶ τὴν τούτων ἀπόδοσιν, ἀλλὰ ἐνεχομένους διόλου μετὰ τῶν ὑμῶν ἀεὶ κληρονόμων τῇ τούτων καθαρῶς καὶ εὐγνωμόνως ἀποδόσει δίχα οἵας δήποτε ἀμφιλογίας καὶ κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίας καὶ περιγραφῆς νόμου. καὶ εἰ σύμβῃ ἐμὲ ἐμπεσεῖν εἰς ἀρρωστίαν ἢ εἰς νόσον ἢ εἰς ἐμφανέστερον γῆρας, μὴ παρορᾶν μου μήτε ἀλλὰ θάλπειν με ἐκ τῆς οἷον εἰκὸς γινομένης μοι παραμυθίαςπαρμυθείας καὶ πεκουλίου ἀκαταφρονήτως. καὶ εἰ δέοι ὑμᾶς εἰς ἔκτισιν ἄλλου τινὸς χρέους ἐκποιῆσαι τὰ εἰρημένα χωρία, ἐμοὶ μέντοι δώσεσθε τὸ ὑπολειφθησόμενον τίμημα μετὰ τὴν ἀποπλήρωσιν τοῦ ἐμοῦ χρέους κεφαλαίου τε καὶ τόκων καὶ συνηθειῶν τοῦτο εἰς τὸ εἰρημένον ληγᾶτόνληγᾶδόν μου καὶ ἐτήσιον πεκούλιον μετὰ καὶ τῆς ἀνηκούσης μοίρας ηγκα εκατ τούτου ὑμῖν απ κατʼ ἐκλογιστίαν πα ἤγουν ἐπιδοῦναι τοῦτο ἄλλῳ τινὶ αἱρετῷ ἀνδρὶ εὐσεβεῖ, ὀφείλοντι τοῦτο ἔχειν καὶ παραφυλάττειν παρʼ ἑαυτῷ, χορηγοῦντί μοι τὸ αὐτὸ ἐτήσιον καὶ ἄπτωτον ληγᾶτόν μου, ἀκολούθως τῇ σὺν τούτῳ γινομένῃ αὐτοῦ πρ κη ἐξέσται δὲ ὡσαύτως καὶ τὴν προειρημένην οἰκίαν, τ διακειμένην ἐπὶ ῥύμης τῆς ἁγίας ἐκκλησίας ταύτης τῆς κώμης, καλουμεν Πται επεμ ἀπονεμεθῆναι στεγανόμιον Μαρίᾳ τῇ εὐγενεστάτῃ μου ἀδελφῇ ἄχρι τῆς τοῦ χρέους αὐτῆς ἀποδόσεως κεφαλαίου τε καὶ τόκων καθὰ κεχρεώστηται παρʼ ὑμῶν ἀναντιρρήτως, ἐμοῦ μὴ δυναμένης μήτε δυνησομένης πώποτε ἀντιλέξαι ὑμῖν ἢ ἀντιποιεῖσθαι εἰς τὰ προγεγραμμένα πάντα καθʼ οἷον δήποτε τρόπον, μήτε ἐνάξαι ὑμῖν περὶ τούτων ἐν δικαστηρίῳ οἱῳδήποτε ἢ καὶ ἐκτὸς δικαστηρίου, μικροῦ ἢ μεγάλου με καιρῷ ἢ χρόνῳ. καὶ ἐπὶ τούτοις ἐπωμοσάμεθα ἀλλήλοις ἐπὶ προστίμῳ ἐπὶ τὸν παραβάτην ἕκαστον μετὰ τὴν ποινὴν τῆς παραβάσεως τοῦ ὅρκου χρυσοῦ νομισμάτων τεσσάρων εὐστάθμων, μετὰ καὶ τοῦ ἄκοντα καὶ ἀνωφελῆ ἐμμεῖναι τὸν ἀγνωμονῆσαι ἢ καὶ παραβῆναι ἐθελήσοντα τὰ ἐπὶ τού τοις ἅπασι δεδογμένα σύμφωνά τε καὶ ἐγκείμενα τῇ παρούσῃπαρόσᾳ ὁμολογίᾳ. ἀνθομολογοῦμεν καὶ ἡμεῖς οἱ προγεγραμμένοι κατʼ ὄνομαοὔνομα ὁμογνήσιοι ἀδελφοὶ καὶ υἱοί σου πέντε τὸν ἀριθμὸν, ἑτοίμως ἔχειν ἡμεῖς τε καὶ κληρονόμοι ἡμῶν παντοῖοι ὀμνύντες τὸν προρηθέντα φρικωδέστατον ἐκπληρωτικὸνἐκπληκτικὸν ὅρκον, ἀμεταμελήτῳ δικαίῳ σκοπῷ καὶ τρόπῳ, πᾶσαν εὔνοιάν τε καὶ εἰλικρινῆεἰλεικρινῆ ἀγάπην φιλομητορίας ἐνδείξασθαι παντελῶς εἰς σὲ τὴν προσφιλεστάτην ἡμῶν μητέρα Ἀστερίαν, ἥνπερ εὐχόμεθα ζῆν καὶ ὑγιαίνειν ἐπὶ μήκιστον βίον, παρέξειν τέ σοι καθʼ ἕκαστον ἔτος ἀπὸ τῆς προσημανθείσης προθεσμίας τοῦ μηνὸς τῆς σὺν Θεῷ μετεισιούσης τετάρτης ἐπινεμήσεως, ἀνελλιπῶςἀνελλειπῶς ἐφʼ ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν, τὸ εἰρημένον ληγᾶτονληγᾶδον καθὰ προείρηται ἤτοι πεκούλιον η συνιὸν εἰς χρυσοῦ κεράτια ἑξήκοντα τῷ δημοσίῳ ζυγῷ Ἀντινόου τε καὶ ἑκάστου τὴν ἰδίαν μοῖραν ἀπολογουμένου, τοῦτʼ ἔστι κεράτια δώδεκα , τῶν πέντε κληρονόμων τῶν σου τέκνων ἅμα τε ὁμολογούντων, ἑκάστου ἡμῶν ἐνεχομένου τῇ δόσει τοῦ ἰδίου μέρους κατʼκαθʼ ἔτος, κινδύνῳ καὶ πόρῳ αὐτοῦ καὶ τιμῇ τῆς παντοίας αὐτοῦ ὑποστάσεως, γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, εὐγνωμόνως καὶ πληρωτικῶς, ἀποδοῦναί σοι τὸ αὐτὸ ληγᾶτονληγᾶδον ἐκ πλήρους καὶ μὴ ἀθετῆσαι καθʼ οἷον δήποτε τρόπον, μήδε μὴν ἐν μακρογηραιᾷμακρωγηραιῇ σου παρόψεσθαι, ἀλλὰ εἰκότως γηροβοσκεῖσθαι παρηγορεῖσθαι καὶ νοσοκομεῖσθαι ἐπὰν σύμβῃ μαλακία τις ἢ ἀρρωστία τις ἀκαταφρονήτως. καὶ εἰ ἀγνωμοσύνη περὶ τούτων ὅλων καὶ περὶ πάντων τῶν καταλογάδην προδιομολογηθέντων παρὰ σοῦ χρησαίμεθα, παρέξωμεν καὶ ἡμεῖς ἀναμφιβόλως δίχα κρίσεως καὶ δίκης τὸ ἴσον πρόστιμον μετὰ τὴν ποινὴν τῆς παραβάσεως τοῦ ὅρκου. καὶ ὅτι τὸ λῆμμα τῶν χωρίων εἰς ἡμᾶς κατὰ τὸν προτεταγμένον μερισμὸν στέλλεται ἑκάστῳ ἁπλῶς καὶ πᾶσαν τάξιν καὶ διαστολὴν ἑκάστην καὶ συντάγματος ἐκ συμφώνων ποιήσωμεν εἰς καὶ πληρώσωμεν σαφῶς ἐπὶ τῷ αὐτῷ προστίμῳ, καὶ πόρῳ καὶ κινδύνῳ τῆς ἑκάστου ἡμῶν περιουσίας, πραγμάτων συνκοινωνίας τιθέμεθά σοι ἐν ὁμονοίᾳ ἀμεταθέτοις πᾶσιν τρόποις ἐν τῇ παρούσῃπαρόσᾳ ἐνωμότῳ ὁμολογίᾳ, ἧς τὸ γράμμα κύριον ἔσται καὶ βέβαιον πανταχοῦ προφερόμενον, μεθʼ ὑπογραφῆς τῶν ἐξ ἡμῶν ὑπέρ τε αὐτῶν καὶ τῶν γράμματα μὴ εἰδότων ὑπογραψάντωνυπογραφοντων, καὶ σηνηθῶν μαρτύρων, παρʼ ὧν παρόντες ἐπερωτηθέντες οἱ ἀφʼ ἑκατέρου μέρους ὡμολογήσαμεν ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν εἰς πέρας ἄγειν, ὑποθέμενοι δὲ ἀλλήλοις πρὸς πίστιν καὶ ἀσφάλειαν πάντα τά τε νῦν ὄντα καὶ ἐσόμενα ἡμῖν πράγματα γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.