Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.muench.1.13
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτοῦαὐτων γαληνότητος ἔτους δεκάτου Τῦβι εἰκὰς τρίτῃεἰκαστρίτῃ τῆς δωδεκάτης ἰνδικτίονος ἐν Συήνῃ . Αὐρηλίαι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς θυγατέρες ὁμογνήσιοι ἐκ πατρὸς αὐτῶν Ἄπα Δίου ὁρμώμεναι ἀπὸ Συήνης αἱ καὶ ἑξῆς ὑπογραφέα παρέχουσαι τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν αὐτῶν προσμαρτυροῦντας τῇδε τῇ ἐγγράφῳ καὶ βεβαίᾳ καὶ ἀπαραβάτῳ ὠνιακῇ πράσει Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κακὼ θυγατρὶ ἸακώβουἸακώβου τοῦ καὶ Πασαραῖτος καὶ ὁρμωμένοις ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ὁμολογοῦμεν ἡμεῖς αἱ προγεγραμμέναι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὠνιακῆς ἀσφαλείας ἐξ οἰκείας προθέσεως προσελθοῦσαιπροσελθοντες ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει καὶ ἀμεταθέτῳ σκοπῷ καὶ ἀναλλοιώτῳ λογισμῷλωγισμῷ καὶ εἰλικρινεῖ συνειδήσει ὀρθῇ διανοίᾳ δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείαςκολακίας καὶ οἱασδήποτε ῥᾳδιουργείας κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ὡνιακὴν ἀσφάλειαν ἀλλὰ ἐξ οἰκείας προθέσεως, ἅμα δὲ ὀμνύουσαι τὸν φρικωδέστατον καὶ σεβάσμιον ὅρκον τοῦ τε παντοκράτορος θεοῦ καὶ νίκης καὶ διαμονῆς τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν, πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθίῳ καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κακὼ καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ τὸν ἑξῆς ἅπαντα διηνεκῆ χρόνον τὸ ὑπάρχον καὶ τὸ ἐπιβάλλον πατρικὸν ἡμῖν ἥμισυ μέρος αὐλῆς τῆς σεσαθρωμένης καὶ τῆς λυβικῆς οὔσης μονοστέγου καὶ ἀστεγάστου τῆς καὶ διακειμένης κατὰ τὴν Συηνιτῶν περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύρας τῆς παρεμβολῆς καὶ τῆς τριπουρίνης καὶ τὸ περιελθὸν εἰς ἡμᾶς ἀπὸ δικαίας κληρονομίας τοῦανου ἀναπαυσαμένου πατρὸς ἡμῶν Ἄπα Δίου καὶ αὐτοῦαὐτος εἰληφότος ἀπὸ γονέων διαδοχῆς. ἁπαξαπλῶς οὐδὲν ἡμῖν τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ προδεδηλωμένουπροδεδηλουμένου ἡμίσεως μέρους αὐλῆς, ἧςοὑ καὶ τὸ ἄλλο ἥμισυ μέρος αὐλῆς ἀνήκειἀνηκειν ὑμῖν Πατερμουθίῳ καὶ τῇ τούτου συμβίῳ γυναικὶ αὐτοῦ ἀπὸ δωρεαστικοῦ δικαίου γράμματος παρὰ Ἰωάννου τοῦ καὶ καλουμένου Παπτσίου, ἀκολούθως τῇ προκτητικῇπρωτικῇ ὠνῇ καὶ τῇ οὔσῃ ὑφʼ ἡμᾶς νομῇ τε καὶ δεσποτείᾳ. εἰσὶ δὲ γείτονες τῆς ἁπάσης αὐλῆς, ἀφʼ ἧς ὑμῖν πεπράκαμεν τὸ ἥμισυ μέρος αὐλῆς τῆς σεσαθρωμένης, νότου τοῦ δημοσίου τείχους τοῦ ὄρους βορρᾶ ῥύμη δημοσία λιβὸς ῥύμη δημοσία ἀπηλιώτου ὁ κοινὸς τεῖχοςτοῖχος οἰκίας Παείωνος Ἄπα Δίου ναύτου, καὶ ἡ αὐθεντικὴ θύρα ἀνηνέῳκται εἰς βορρᾶνβορρᾶ εἰς τὸν δημόσιον δρόμον, ἢ οἳ ἂνἐὰν ὦσι γείτονες πάντη πάντοθεν ἐκ τετραγώνου καὶ ἐκ τετραπλεύρου καθὼς καὶ ἐν στόματι ὑπηγορεύσαμεν ἡμεῖς αἱ προγεγραμμέναι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς αἱ πεπρακυῖαι καὶ αἱ ἀποδόμεναιαποδομενοι, τιμῆς τῆς πρὸς ἀλλήλους καὶ συμπεφωνημένης καὶ συναρεσάσης ἤτοι καὶ δοθείσης μεταξὺ ἡμῶν ἀμφοτέρων καὶ ἀπαραλλάκτῳἀπαραλάττῳ λόγῳ χρυσοῦ κεφαλαίου νομισματίουνομισματιον ἑνὸςἓν τρίτουτρίτον ζυγῷ Συήνης γίνεται χρυσοῦ νομισμάτιον α γ ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν καὶ ἀξίαν τιμὴν αὐτόθι ἡμεῖς αἱ προγεγραμμέναι αὐτῶν αἱ ἀποδόμεναι ἀπεσχήκαμενἀπεσχηκεναι παρʼ ὑμῶν Πατερμουθίου καὶ τῆς τούτου συμβίου Κακῶτος τῶν ὠνουμένων ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρη, μεθʼ ἣν οὐκ ἐπεξερχόμεθαἐπεξερχομεσθα οὐκ ἄλλος τις ἐκ προσώπου ἡμῶν καιρῷ πώποτε, ἀλλὰ εὐδοκοῦμεν καὶ βεβαιώσομεν ὑμῖν καὶ τοῖς μεθʼ ὑμᾶςὑμιν ἡμεῖς τεδε καὶ οἱ μεθʼ ἡμᾶς τήνδε τὴν ὠνιακὴν συγγραφὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ὑμῖν ἢ ἀντιποιησομένου ἐν παντὶ καιρῷ ἢ χρόνῳ πρὸς πᾶσαν βεβαίωσιν καὶ καθαρο ποίησιν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως νόμον πρὸς τῷ ὑμᾶς ἐντεῦθεν τοὺς προγεγραμμένους Πατερμοῦθινπατερμουθιον καὶ τὴν τούτου σύμβιον Κακώτην τοὺςτων πριαμένουςπριαμενων τοῦ προσημανθέντος ἡμίσεως μέρους αὐλῆς ἀπὸ πατρικοῦ ἡμῶν Ἄπα Δίου τῆς νῦν ἀστέγου καὶ ἀσκεπάστου οὔσης ἐκ θεμελίων ἕως ἀέρος καὶ σὺν παντὶ αὐτῆς τῷ δικαίῳ εὐθὺς καὶ παραχρῆμα διὰ τάχους ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τῆς προκειμένης ὁλοκλήρου αὐλῆς ἡμῶν ἤτοι ἡμίσεως μέρους ἀπὸ τῆς αὐτῆς αὐλῆς σὺν παντὶ αὐτῆς τῷ δικαίῳ διοικεῖν καὶ οἰκονομεῖν καὶ ἀνοικοδομεῖν ἐφʼ ὕψους καὶ ἐνοικεῖν ὑμῖν καὶ ἐκμισθοῦν καὶ ἀλλαγὰς ποιεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ μετασχηματίζειν καὶ δωρεῖσθαι καὶ χωρεῖν καὶ παραχωρεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν καὶ κληρονόμοις καὶ διαδόχοιςδιαδοχοοις καταλιμπάνειν κτᾶσθαι χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ καὶ παντὶ κατὰ νόμους τρόπῳ καὶ πάντα πράττειν καὶ ὅσα νόμοι ἐπιτρέπουσιν τοῖς αὐτοτελέσι δεσπόταις καὶ ὅσα τοῖς ἀναμφισβητήτοις δεσπόταις ἔξεστιν παντὶ πληρεστάτῳπληρες δεσποτείας δικαίῳ κατὰ πᾶσαν ἐξουσίαν καὶ δεσποτείαν καὶ κατοχὴν αἰωνίαν κυρίως τε καὶ ἀνεπικωλύτως τοῦτης αὐτοῦαὐτης ἡμίσεως μέρους ἡμῶν αὐλῆς, ἡμῶνἡμεις δὲ τῶναι προγεγραμμένωνπρογεγραμμεναι Τσώνη καὶ Τσεῦρε ἀδελφῶνἀδελφη αὐτῆς τῶναι πεπρακυιῶνπεπρακοτες ἢ καὶ μηδενὸς τέκνων ἢ ἐγγόνων ἢ ξένων ἢ οἰκείων πρὸς πατρὸς ἢ πρὸς μητρὸς μὴ δυναμένωνδυνομένων μηδὲ δυνησομένων ἐπελεύσεσθαιἐπελεύσασθαι ὑμῖν ἢ τέκνοις ὑμῶν ἢ ἐγγόνοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἐνάγειν ἢ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ταύτης ἕνεκεν τῆς πράσεως ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν πρᾶσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ ἢ χρόνῳ κατὰ μηδέναμηθένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προ είπαμεν ἀπεσχηκέναι ἡμᾶςἡμιν παρʼ ὑμῶν τελείαν τὴν προτεταγμένην τιμὴν ἐν νομισματίῳ ἑνὶ τρίτῳ ζυγῷ Συήνης. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ ἀντιποιηθῆναι ἐπιχειροῦνταἐπιχειρουντος τούτου ἕνεκεν τοῦ ἡμίσεως μέρους ἡμῶν αὐλῆς ἐκ θεμελίων ἕως ἀέρος ἡμεῖς αἱ προγεγραμμέναιπρογεγραμμένοι καὶαι αἱ πεπρακυῖαι ἐκστήσωμεν καὶ ἐκδικήσωμεν καὶ ἀποσοβήσωμεν καὶ καθαροποιήσωμεν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι καὶ κληρονόμων ἡμῶν. εἰ δὲ μὴ δυνηθείημεν τὴν ἐκδίκησιν καὶ τὴν καθαροποίησιν ταύτης ἕνεκεν τῆς πράσεως, ἐφʼ ᾧ ἡμᾶς διδόναι λόγῳ καταδίκης καταδίκης καὶ παραβάσεως χρυσοῦ νομίσματα ἓξ ζυγῷ Συήνης ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἡμῶν ὑποστάσεως καὶ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα καὶ ζημιώματαζημειωματα καὶ εἶθʼ οὕτως ἐπάναγκες ἐπάναγκες στέρξαι καὶ ἐμμεῖναι τούτῳ τῷ ἀπαραβάτῳ καὶ ἀσαλεύτῳ ἐγγράφῳ ὠνιακῷ συμβολαίῳ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται. καὶ πρὸς ὑμῶνσην ἀσφάλειαν πεποιήμεθα ταύτην τὴν παροῦσαν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν παντὶ τόπῳ ἢ χρόνῳ μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτύρων μαρτυρούντων κατʼ ἐπιτροπὴν ἡμῶν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεῖσαιἐπερωτηθεντες κατὰ πρόσωπον εἰς προσώπονπροσωπου ὡμολογήσαμεν καὶ ἀπελύσαμεν ταῦθʼ οὕτως καλῶς ὀρθῶς δικαίως ἔχειν ποιεῖν δώσειν φυλάττειν ἐμμένειν διατηρεῖν εἰς πέρας ἄγειν καὶ εἰς τέλος συνελάσαι, φυλαχθῆναι ἡμεῖς τε καὶ οἱ μεθʼ ἡμᾶς εἰς ἅπαντα, ἀναγνωσθέντα καὶ ἑρμηνευθέντα ἡμῖν κατὰ τὴν αἰγυπτιακὴν γλῶττανγλωττα καὶ ἀρεσθέντα ὡμολογήσαμεν καὶ ἀπελύσαμεν . Αὐρηλίαι Τσώνη καὶ Τσέρε ἀδελφὴ αὐτῆς θυγατέρες Ἄπα Δίου ἐκ μητρὸς Ῥαχὴλ ἀπὸ Συήνης αἱ προγεγραμμέναι πεπράκαμεν τὸ ἥμισυ μέρος αὐλῆς σεσαθρωμένης καὶ ἀπεσχήκαμεν παρὰ ὑμῶν τῶν ὠνουμένων τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν νομισματίοις ἑνὶἑνος τρίτῳτρίτου ζυγῷ Συήνης καὶ βεβαιώσομεν ὑμῖν ταύτην τὴν πρᾶσιν ἐν πάσῃ βεβαιώσει καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδυιῶν . Φλαύιος Μηνᾶς Ἀβρααμίου μαρτυρῶ . Φλαύιος Ψὰν ἌρωνοςΨανάρωνος στρατιώτης ἀριθμοῦ Φιλῶν κατὰ τύχην εὑρεθεὶς ἐν Συήνῃ μαρτυρῶ ἀκούσας παρὰ τῶν θεμένων . Φλαύιος ΠαπᾶςἉγιανὸς ΜηνᾶΜηνας στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης Βίκτορος αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Βίκτωρ Ψαβὴτ αὐγουστάλιοςἀγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ . διʼ ἐμοῦ Φλαυίου Φοιβάμμωνος Ψενθαησίου στρατιώτου ἀριθμοῦ Συήνης ἐγένετο . Foibam valeas καὶ bene valeasbaleasCross-references (3)
- TM-Text 15321 primary
- DDbDP-Text p.muench;1;13 tier-1
- HGV-Text 15321 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.