Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.1.77

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

γραφομενο τῷ καὶ συνκελλίῳ μου σεως μάλιστα τῆς τελευτῆς ἅπασιν οὔσης καὶ τῇ συμπτώσει τοῦ ἐμοῦ σώματος καταπονούμενος μὴ ἐξαίφνης καὶ παρὰ προσδοκίαν τὸν τῇδε μεταλλάξω βίον ἀδήλου ὄντος τοῦ μέλλοντος. ὅθεν εἰς ταύτην ὥρμησα τὴν ἔγγραφον ἀμεταμέλητον ἐσχάτην διαθηκημιαίαν ἀσφάλειαν ἔχουσαν τὸ ἐκ τῶν νόμων κῦρος ἁπανταχοῦ προφερομένην καὶ δημοσιευομένην, διʼ ἧς ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης τινὸς καὶ πάσης νομίμου παραγραφῆς καὶ συναρπαγῆς καὶ μηχανῆς παντοίας ἄνευ οἱασδήποτε διχονοίας τε καὶ κακονοίας ἀλλʼ ἐξ οἰκείας προθέσεως καὶ σκόπῳ αὐθαιρέτῳ καὶ ἑκουσίας ἐμῆς βουλήσεως ὀρθῇ διανοίᾳ βεβαίᾳ πίστει παντὶ πληρεστάτῳ δεσποτείᾳ καὶ αὐτοτελῇ ἐξουσίᾳ παρεθέμην σοι πεπεισμένος πάσῃ προαιρέσει ζῶν νοῶν φρονῶν ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων τὸν λογισμόν μου καὶ ἐπὶ γῆς βαδίζων καὶ ἐπʼ ἀγορᾶς προϊῶν ὅπερ τὸ ἔσχατον θελημάτιον ὑπαγόρευσαἑπαγόρευσα μὲν τῇ τῶν Αἰγυπτίων φωνῇ Ἑλληνικοῖς δὲ καὶ ῥήμασιν ἐπέταξα γραφῆναι κατά τε θειωδῶςκατʼ ἀλήθειανκαταλεθειω δʼ ὡσ ὑπὸ τῶν καλῶς καὶ εὐσεβῶς κειμένων νόμων διηγορευμένα. εἴη τοίνυν ἐμὲ ζῆν καὶ ὑγιαίνειν καὶ πάντων τῶν ἐμῶν μετρίων ἀπολαύειν. ἐπὰν δὲ ὅπερ ἀπεύχομαι ἀνθρώπινόν τι πάθω καὶ τὸν βίον τοῦτον καταλύσω βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἀποκοίμησιν σὲ τὸν προμνημονευθέντα Βίκτορα τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μαθητήν μου ὑπεισϊέναι εἰς τὴν καταλειφθησομένην ὑπʼ ἐμοῦ παντοίαν μετρίαν ὑπόστασιν καὶ κληρονομεῖν με κινητήν τε καὶ ἀκίνητον καὶ αὐτοκίνητον ἐν παντὶ εἴδει καὶ γένει καὶ ποιότητι καὶ ποσότητι ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἐσθήσεσι καὶ χαλκώμασι καὶ ἱματίοις καὶ γραμματείοις καὶ οἰκοπέδοις καὶ ψιλοῖς τόποις καὶ αὐλαῖς καὶ πᾶσιν ἁπαξαπλῶς ἀπὸ τιμίου εἴδους ἕως ἐλαχίστου καὶ πλέθρου γῆς καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβόλου καὶ τοῦ τυχόντος ὀστρακίνου καὶ ξυλίνου καὶ λιθίνου σκεύους πρὸς τὴν αὐτὴν καταλειφθησομένην ὑπʼ ἐμοῦ παντοίαν μετριακὴν ὕπαρξιν καὶ ἂνκἂν ἀπὸ κληρονομίας τῶν ἀποιχομένων μου καὶ ἂνκἂν ἀπὸ ἰδίων μου καὶ ἱδρωτῶν καὶ ἀπὸ ἀγορασίας καὶ χαρίσματος καὶ ἑτερασδηποτοῦν ἐπινοίας ἐγγράφως ἢ ἀγράφως, οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ ὑπʼ ἐμὲ ἅγιον τόπιον τοῦ ἁγίου ἀθλοφόρου μάρτυρος ἀββᾶ Φοιβάμμωνος τοῦ διακειμένου κατὰ τοῦ προρηθέντος θείου ὄρους Μεμνονίων ὡσαύτως τὴν ἀδιάλειπτον δεσποτείαν παρεθέμην σοι μετὰ τῆς αὐτοῦ σεπτῆς ὕλης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καὶ ἀνθρακέως, ἐφʼ ᾧ σε τὸν προμνημονευθέντα Βίκτορα τὸν θεοφιλέστατον πρεσβύτερον καὶ μονάζοντα τὸν ἐμὸν μαθητὴν μετὰ τὴν ἐμὴν ἀπο κοίμησιν εὐθὺ καὶ παραχρῆμα ὑπεισϊέναι εἰς τὴν ὑπʼ ἐμοῦ καταλειφθησομένην μετριακὴν ὕπαρξιν ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν πάντων τῶν καταλειφθησομένων ὑπʼ ἐμοῦ παντοίων πραγμάτων ἀπὸ μικροῦ εἴδους ἕως ἐλαχίστου καὶ πλέθρου γῆς καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβολοῦ καὶ τοῦ τυχόντος ὀστρακίνου καὶ ξυλίνου καὶ λιθίνου σκεύους ἔτι μὴν καὶ τοῦ εὐαγοῦς εὐκτηρίου μετὰ καὶ τῆς αὐτοῦ σεπτῆς ὕλης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καθὰ καὶ ὁ προλαβὼν ἐσαφήνισεν ὃ ἑνὸςἐσαφήνισε νοεποσ κτᾶσθαι διοικεῖν οἰκονομεῖν φιλοκαλεῖν οἰκεῖν οἰκοδομεῖν νέμεσθαι ἐκμισθοῦν πωλεῖν παραχωρεῖν ἀντικαταλλάττειν δωρεῖσθαι χαρίσασθαι ἀποχαρίσασθαι καὶ πάντα περὶ αὐτῶν πράττειν κυρίως καὶ ἀνεπικωλύτως καὶ ἐξ αὐτῶν ἐξοδιάζεινἐξωδιάζειν εἰς τὴν διοίκησιν τοῦ εἰρημένου εὐαγοῦς τόπου καὶ χορηγίανχορηγείαν τῶν παρερχομένωνὑπερερχομένων πενητῶν διὰ τὸ οὕτω μοι δεδόχθαι καὶ εὐδοκηκέναι καὶ ἐληλυθέναι εὐχαριστῶν εἰς τὴν παροῦσαν πληρεστάτην διαθηκημιαίαν ἀσφάλειαν μηδενὸς οὖν τῶν ἐκ τοῦ γένους μου ἀγχιστευόντων ἢ ἄλλου τινὸς ἐκ προσώπου μου οὐ κατὰ πατέρα οὐ κατὰ μητέρα οὐκ ἀδελφῶν οὐκ ἀδελφιδῶνἀδελφιδιῶν οὐ συγγενῶν οὐκ ἀνεψιῶν οὐκ ἄλλου οἱουδήποτε ἀνθρωπίνου προσώπου μὴ δυναμένωνδυνομένων πώποτε καιρῷ ἢ χρόνῳ ἐπελεύσασθαί σοι ἢ τοῖς σοῖς κληρονόμοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἄλλῳ τινί σοι διαφέροντι μηδὲ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου ἢ ἐν ἐπιχωρίῳ ἢ ὑπερορίῳ νόμῳ μικρῷ ἢ μεγάλῳ μηδὲ ἐπὶ φίλων μέμψασθαι μηδὲ προσέλευσιν κατά σου ἢ τῶν μετά σε ποιήσασθαι δήποτε ἄρχοντι ἢ δικαστῇ μηδὲ διὰ ἐκβοήσεως ἐν ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ ἐν πραιτωρίοις ἢ τρόπῳ τινὶ χρήσασθαι μηδὲ αἰτῆσαι θεῖον καὶ πραγματικὸν τύπον πρὸς τήνδε τὴν διαθήκην ἢ μέρος αὐτῆς τὸ σύνολον μηδὲ μὴν παραβῆναι αὐτὴν κατὰ τὸ παντελὲς διὸδιὰ τὸ ἐπὶ πᾶσιν δέδοκται καὶ συνήρηκεν τῷ ἐμῷ ἀγαθῷ σκοπῷ σε καὶ λαβεῖν καὶ διδόναι ὑπὲρ ἐμοῦ εἴπερ εὑρεθείην ἔχων ἢ χρεωστῶν ἢ χρεωστούμενονχρεωστούμενων μοι καὶ τὴν πᾶσαν λημψαπόδοσιν ὑπὲρ ἐμοῦ ποιήσασθαι. εἰ δέ τις πειρώμενος πώποτε καιρῷ ἐναντιωθῆναι ταύτης τῆς ἀπεριγράπτου διαθήκης ἐφʼ ᾧ αὐτὸν τὸν τοιοῦτό τι διαπραττόμενον πώποτε καιρῷ πρωτοτύπως ἔνοχον ἔσεσθαι τῷ θείῳ καὶ φρικοδεστέρῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκείας ἐπηρτημένῳ κινδύνῳ τε καὶ ἐγκλήματι καὶ ὑποκεῖσθαι τῇ ὡρισμένῃὁρισμένῃ ἐπιτιμίᾳ κατὰ τῶν παραβαίνειν τολμώντων θείους καὶ βασιλικοὺς ὅρκους καὶ ἐπιγιγνώσκεινἐπιγινώσκειν λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίαςὀγκίας ἓξ γίνονται χρυσοῦ οὐγκίαι ϛ ἔργῳ δυνάμει ἀπαιτουμένας ἐκ τῆς τοῦ ἐπιφυομένου καὶ ἐνάγοντος ὑποστάσεως, εἴθʼ οὕτως ἐπάναγκες ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις ταύτῃ τῇ ἀτρώτῳ διαθήκῃ. βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον τοῦ βίου τὴν περιστολὴν τοῦ ἐμοῦ σώματος καὶ τὰς ἁγίας μου προσφορὰς καὶ ἀγάπας καὶ τὰς τοῦ θανάτου ἐπισήμους ἡμέρας ἐκτελεσθῆναι προνοίᾳ σου κατὰ τὸν ἐπιχώριον νόμον καὶ κατὰ τὴν ἐμὴν ὄψιν καὶ ὑπόλημψιν. προσομολογῶ δὲ ὡς εἰ ἐμφανείη ἕτερος χάρτης προ γενέστερος ἢ μεταγενέστερος ἐναντιωθῆναι ταύτης τῆς διαθήκης, ἐφʼ ᾧ τὸν αὐτὸν χάρτην ἕωλον εἶναι καὶ ἀνίσχυρον ἁπανταχοῦ προτεινόμενον ταύτης δὲ τῆς διαθήκης ἐχούσης τὸ ἐκ τῶν νόμων κῦρος, πρὸς δὲ σύστασιν καὶ ἀσφάλειαν πάντων τῶν παρʼ ἐμοῦ διομολογηθέντων ἐπωμοσάμην πρὸς τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τοῦ περιβεβλημμένου μοι σχήματος ἐν μηδενὶ παραβῆναι μηδὲ παρασαλεῦσαι σύμπαντα τὰ προγεγραμμένα, ἀλλʼ ἀσάλευτα εἶναι καὶ ἀρραγῆ ἐπὶ τὸ διηνεκὲς διὰ τῆς παρούσης διαθήκης ἧς δόλος φθόνος πονηρὸς ἀπίτωἀπείτω ἀπέστω, ἥντινα πεποίημαί σοι εἰς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ἁπανταχοῦ προφερομένην καὶ ἀναγιγνωσκομένηνἀναγινωσκομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως ἔννομονἔννομων ἰσχυρὰνἰσχυρας ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων ἀξιοπίστων μαρτύρων κατʼ ἐπιτροπὴν ἐμὴν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεὶς εἰς ἅπαντα ἑρμηνευθέντα μοι διὰ τῆς Αἰγυπτιακῆς διαλαλίαςδιαλαλείας παρὰ τοῦ ἑξῆς συμβολαιογράφου ἀρεσθέντα μοι καθὼς τῷ ἐμῷ στόματι ἀφηγήσασθαι. ταῦθʼ οὕτως καλῶς ἔχειν δώσειν ποιεῖν φυλάττειν στέργειν ἐμμένειν ὡμολόγησα καὶ ἀπέλυσα. δηλονότι ἐπειδὴ ἐδήλωσα ὅτι χρυσίον καὶ ἄργυρον ἐνορκῶἐν ὅρκῳ κατὰ τῆς τῶν Χρειστιανῶν πίστεως οὐδὲ χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω οὐδὲ οὐκ ἔκτησα ἀφʼ οὗ ἐγενάμην οὐκ ἔχω οὐδὲ ἔσωθεν οὐδὲ ἔξωθεν ἕως ἑνὸς τριμησίου καὶ ἐπὶ τούτῳ ὡμολόγησα οὐδὲ οὐκ εἴασα ἐν καιρῷ τῆς τελευτῆς μου καὶ ἂνκἂν ἔκτησα ἔδωκα αὐτὰ εἰς λόγον τῶν πενήτων πλὴν ὡς εἴρηται· χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω καὶ ἀπόλογον ἔχω δοῦναι τῷ δεσπότῃ Θεῷ περὶ τούτου Ἀβραάμιος ἐλέει θεοῦ ἐπίσκοπος καὶ ἀναχωρητὴς τοῦ θείου ὅρους Μεμνιονίων υἱὸς τοῦ τῆς μακαρίας μνήμνης Σαβίνου ἐκ μητρὸς Ῥεβέκκας ὁ προγεγραμμένος ἐθέμην τὸ παρὸν διαθηκημιαῖον γράμμα ἐφʼ οἷς πᾶσι περιέχει κεφαλαίοις τε καὶ ὁμολογήμασι σὺν θείῳ ὅρκῳ καὶ τῷτο προκειμένῳ προστίμῳ καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται καὶ ἀπέλυσα Ἰωσὴφ Ἰωάννου ἐλάχιστος πρεσβύτερος ἁγίας ἐκκλησίας Ἑρμωνθέως κελευσθείσης μοι ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ ἐπισταμένου Διόσκορος Ἰακώβου ἀρχιπρεσβύτεροςἀρχηπρεσβύτερος ἁγίας ἐκκλησίας Ἑρμωνθέως μαρτυρῶ τῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ ὁσιωτάτου ἄπα Ἀβρααμίου ἐπισκόπου Ἑρμωνθέως τοῦ καὶ ταύτην θεμένου Φλάουιος Παντώνυμος Ἀπαδίου μαρτυρῶ τῇ παρούσῃ διαθήκῃ παρὰ τοῦ θεμένου. Φλάουιος Ἀβραὰμ Θεοδωσίου πολιτευόμενος Ἑρμωνθέως μαρτυρῶμαρτῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου Παῦλος Ἀβρααμίου ἐλάχιστος διάκονος μαρτυρῶ τῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου Φλάουιος Θεοόφιλος σὺν θεῷ ἔκδικος Ἑρμωνθέως μαρτυρῶ τῇ διαθήκῃ αἰτηθεὶς παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Πέτρου ἐγένετο

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.