Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.17.2698

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

λείπεσθαί μοι ἐκ τοῦ αὐτοῦ ἀριστητηρίου καὶ ἐκ τοῦ προειρημένου δώματος μέχρι ἄκρου δακτύλου ἢ βήματος ἢ ποδός, ἀλλʼ ἅπαν δίκαιον καὶ ἐξόν μοι ἐξ αὐτοῦ στέλλεσθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας τε καὶ ἀξίας τοῦ προειρημένου ὁλοκλήρου ἀριστητηρίουἀριστηρίου μετὰ τοῦ ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος μετὰ παντὸς αὐτοῦαυτ τοῦ δικαίου ὡς εἴρηται χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία, γίνεται χρυσοῦ νομίσματα γ εὔσταθμα παρὰ κεράτια γ, ἅπερ τὰ προειρημένα χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία αὐτόθεν ἀπέσχον ἐγὼ ὁ ἀποδόμενος Ἰωάννηςϊωαννης παρὰ σοῦ τοῦ ὠνουμένου Βίκτορος ἀπὸ χειρός σου εἰς χεῖράς μου ἐκ πλήρους ἐπὶ τῶν ἑξῆς ὑπογραφόντωνϋπο- μαρτύρων τῶν κατὰ παρά κλησιν ἐμὴν καὶ αἴτησιν καὶ ἀξίωσιν καθυπογραψάντωνκαθϋπο- εἰς ταύτην αὐ τὴν πρᾶσιν θεασαμένων καὶ μαρτυρησάντων τῇ αὐτῇ καταβολῇ τούτων τῶν νομισμάτων τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ εἰρημένου ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν καὶ ἐκμισθοῦν καὶ μεταμισθοῦν καὶ κτίζειν καὶ ἐπικτίζειν καὶ πωλεῖν καὶ ὑποθέσθαι καὶ χαρίσασθαι καὶ ἀντικαταλλάξασθαι καὶ πάντα ποιεῖν καὶ πράττειν πάντα ἀπλῶς κατὰ πᾶν δεσποτείας δίκαιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς καὶ ἀκολούθως τὴν βεβαίωσιν ταύτης τῆς πράσεως καὶ καθαροποιήσασθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις τοῖς τε κεκληρονομη μένοις ἐκστήσειν καὶ ἀποσοβεῖν πάντα ἄνθρωπον ὡς εἰκὸς ἐπελευσόμενον κατὰ σοῦ περὶ τούτου ἢ τοῦ παντὸς διδόναι τὴν αὐτὴν τιμὴν διπλῆν καὶ τὰ αὐτὰ ἀναλώματα καὶ δαπανήματα διπλᾶ πρὸς ττον ταύτην τὴν πρᾶσιν κυρίαν παντὸς πανταχοῦ προφερομένην καὶ προκομιζομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ ὅτι φυλάξωφυλω πάντα τὰ προγεγραμμένα ἀπαράβατα ἐπωμοσάμην ὑποθέμενόςϋπο- σοι εἰς πᾶσαν βεβαίωσιν ταύτης τῆς πράσεως εἰς ἔκτισιν καὶ ἀπόδοσιν αἴτησιν τοῦ ὡς εἰκὸς διπλασίωνος τιμήματος καταβολῆς πάντα μοι τὰ ὄντα καὶ ἐσόμενα πράγματα λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ προγεγραμμένα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννηςϊωαννης Γεωργίου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Πέτρος Φοιβάμμωνος ἐλάχιστος διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσειδόσι τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Καλο ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρὶα τῆς τιμῆς. ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ καταβολῇ τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Σερῆνος Ἰωάννουϊωανης ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νο μισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Ἰσάκιοςϊσακιος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ πράσει τοῦ χρυσίου τῶν νομισματίων τριῶν παρὰ κεράτια τρία τῆς τιμῆς. διʼ ἐμοῦ συμβολαιογράφου ἐγράφη Φαμενὼθ η ἰνδικτιῶνος γ Αὐρήλιος Ἰωάννηςϊωαννης Γεωργίου βραδέως ὑπογράφων ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ Βίκτορι τῷ ἐμῷ ὁμογνησίῳ ἀδελφῷ ἀπὸ τῆς αὐτῆς πόλεως. πεπλήρωμαι παρὰ σοῦ χρυσοῦ νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία ὑπὲρ τελείας καὶ ἀξίας τιμῆς τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ ὁλοκλήρου δώματος σὺν τῇ κοινωνιμαίᾳ αὐλῇ αι τοὺ τρικλίνουτρικλείνου καὶ τοῦ πυλῶνος καὶ τοῦ παντὸς δικαίου πράσεως καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ ἢ πρὸς κληρονόμους καὶ διαδόχους καὶ διακατόχους μὴ ἐγὼ μὴ κληρονόμοι μου καὶ διάδοχοι καὶ διακάτοχοι περὶ τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου ἢ περὶ δώματος περὶ πάσης ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐπελεύσεως καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.