Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67309

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους τετάρτου, Φαμενὼθ δευτέρας ἰνδικτίονος, ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαύιος Ἰωάννης υἱὸς Ἀκακίου, ἐκ μητρὸς Μάρθας τῆς μακαριωτάτης, διασημότατοςδιασημωτ βοηθὸς λογιστηρίου καὶ ψηφιστὴς, ὁρμώμενος μὲν ἀπὸ τῆς λαμπροτάτης Λύκων πόλεως, καταμένων δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, Αὐρηλίᾳ Μαρίᾳ θυγατρὶ Κυριακοῦ τοῦ ἐλλογιμωτάτου σχολαστικοῦ, υἱοῦ τοῦ τῆς ἐνδόξου μνήμης Θεοδοσίου ἰλλουστρίου, χηρεύουσαχηρέουσα, ὁρμωμένη καὶ αὐτὴ ἀπὸ τῆσδετῆστε τῆς Ἀντινόου πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης, βοηθὸς λογιστηρίου καὶ ψηφιστὴς παιδευτηρίου τῆς Ἀντινόου, διὰ ταύτης μου τῆς ἐγγράφου ὑποθηκιμαίας ἀσφαλείας, ἐσχηκέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρὰ σοῦ διὰ χειρός σου εἰς χεῖράς μου καὶ ἀναγκαίας χρείας, χρυσοῦ κεφαλαίου δεσποτικῶν δοκίμων νομισμάτια δεκαπέντε ὁμοῦ παρὰ κεράτια ὀγδοήκοντα τέσσαρα ζυγῷ δημοσίῳ Ἀντινόου· γίνεται χρυσοῦ νομισμάτια ιε ὁμοῦ παρὰ κεράτια πδ τῷ αὐτῷ ζυγῷ καὶ σταθμῷ δημοσίῳ Ἀντινόου. καὶ ταῦτα ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοί μου κληρονόμοι παρασχεῖν σοί τε καὶ παντὶ τῷ κυρίως ὑπὲρ σοῦ ἀεὶ πράττοντι, ἐν δυσὶ διαδόσεσι, ὁπόταν βουληθῇς, δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως, οὕτως· τὰ μὲν νομίσματανομισμα ἓξ ἐκ τούτων, παρὰ κεράτια πέντε ἑκάστου τῷ αὐτῷ ζυγῷ, ἀτοκὶ ὑπάρχειν· καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τῆς τοῦ προκειμένου χρέους ἀποδόσεως, ἐντεῦθεν ἤδη ὑποτίθημί σοι καὶ ὑπεθέμην, ἐν τάξει ἐνεχύρου καὶ λόγῳ ὑποθήκης δικαίῳ, τὴν ὑπάρχουσάν μοι καὶ διαφέρουσαν ὁλόκληρον ἐξέδρανἐξείθραν νεύουσαν ἐπὶ ἀπηλιώτην, σὺν τῆς ἐκτὸς καταγαίου καμάραςγαμάρας ἤτοι κύπης, τὴν οὖσαν ἀπὸ τῆς ἐμῆς οἰκίας τῆς διακειμένης ἐπὶ τῆς ῥύμης ἀμφόδου ? ταύτης τῆς Ἀντινοέων, παρακάτω τῆς ταύτης Ὁμονοίας, ἠνεῳγμένης ἐπὶ τὸν οἶκον τοῦ τῆς ἀρίστης μνήμης Γενναδίου τοῦ ἀπὸ σκρινιαρίων τῆς δουκικοῦ τάξεως, ἐπʼ ἀπηλιώτην, σὺν αἱροῦντι τῇ αὐτῇ ἐξέδρᾳ μέρει τοῦ ἐκεῖσε φρέατος καὶ ἀναλογοῦντι, καὶ τῷ αὐτῆς ὁλοκλήρῳ δωματίῳ καὶ αὐλῇ καὶ παντὶ δικαίῳ καὶ πᾶσι χρηστηρίοις κατὰ τὸ αὐτὸ ἀναλογοῦν ταύτῃ μέρος, καὶ τῇ παρόδῳ καὶ ἀνόδῳ καὶ καθόδῳ καὶ ἐξόδῳ ταύτης τεθυρωμένης καὶ κεκλειδωμένης, ἐφʼ ᾧ ταύτην εἶναι ὑπὸ σὲ καὶ ὑπὸ τοὺς σοὺς κληρονόμους ἀεί ποτε ἄνευ ἐνοικίουἐνοικείου, εἰς οἴκησίν τε καὶ χρῆσιν ὑμῶν, ἀντὶ τῆς παραμυθίαςπαραμυθείας τοῦ προκειμένου χρέους τῶν αὐτῶν μόνων ἓξ νομισμάτων μέχρι ἐπιλύσεως καὶ ἀποδόσεως τούτων. καὶ ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοί μου κληρονόμοι φυλάξαι ὑπὸ σὲ τὴν καθαρὰν νομὴν καὶ δεσποτείαν ἄπρατον ἀνυπόθετον ἀνεπιδάνειστονἀνεπιδάνιστον ἑτέρῳ δανείῳδανίῳ ἀνυπάλλακτον, μὴ προυποκειμένην οἵῳ δήποτε ὀφλήματι δημοσίῳ τε καὶ ἰδιωτικῷ, ἥνπερ νομήν σοι ἀκεραίαν ἐντεῦθεν ἤδη παραδέδωκα ἐπὶ τῷ προκειμένῳ μόνῳ χρέει τῶν αὐτῶν ἓξ νομισμάτων, τὰ δὲ ἐννέα νομίσματα, ἑκάστου παρὰ κεράτια ἓξ ζυγῷ Ἀντινόου, ἑτοίμως ἔχω καταβαλεῖν σοι εἴσω μετὰ τῆς αὐτῶν κατὰ μῆνα ἐπικερδίας, τοῦτʼ ἔστιν ἀργυρίου ταλάντων τριακοσίων ἑκάστου νομίσματος τῶν ἐννέα , ψηφιζομένου τοῦ χρόνου τῶν τόκων ἀπὸ νεομηνίας Φαρμοῦ θι μηνὸς τῆς παρούσης δευτέρας ἰνδικτίονος ἄχρι ἀποδόσεως τοῦ προκειμένου χρέους τῶν αὐτῶν ἐννέα μόνων νομισμάτων. καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τοῦ αὐτοῦ παρόντος χρέους, τὴν προγενεστέραν πρᾶσιν τῆς προειρημένης οἰκίας μετὰ παντὸς αὐτῆς τοῦ δικαίου παρακατ έσχηκάς μου ἐν τάξει ἐνεχύρου τῶν αὐτῶν ἐννέα νομισμάτων μόνων, ἐφʼ ᾧ σε ταύτην ἔχειν καὶ κατακυριεύειν παρὰ σεαυτῇ ἄχρι ἀπο δόσεως τοῦ προκειμένου χρέους καὶ εους ευουσς κβλαους μενης παρʼ ἐμοῦ νῦν. καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμηνθέμην σοι ταύτην τὴν ὑποθήκην κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην, μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ συνηθῶν μαρτύρων, ὑποκειμένων σοι εἰς τὸ τὰ προγεγραμμένα σύμφωνα παρʼ ἐμοῦ φυλαχθῆναι καὶ πέρατι δοθῆναι καθάπερ ἐκ δίκης, πάντων τῶν ὄντων μοι καὶ ἐσομένων πραγμάτων. καὶ ἐφʼ ἅπαντα ἐρωτηθεὶς ὡμολόγησα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.