Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67305

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους τρίτου, Παχὼν τεσσαρεσκαιδεκάτῃ, ἀρχῆς δευτέρας ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ . Αὐρήλιος Σενούθης υἱὸς Μακαρίου, ἐκ μητρὸς Μαρίας, ὁρμώμενος μὲν ἀπὸ τῆς Ἀνταιοπολιτῶν, διάγων δὲ τὰ νῦν ἐνταῦθα καὶ παραμένων ἐπὶ ταύτης τῆς Ἀντινοέων πόλεως τῷ λαμπροτάτῳ κυρίῳ Ἰωάννῃ τῷ χαρτουλαρίῳ τῶν αἰσίων τῆς δουκικῆς τάξεως πραιτωρίων, Αὐρηλίῳ Ἰωάννῃ υἱῷ Θεοδώρου ἐκ μητρὸς Θαησίας τῆς δευτέραςδευτερα συμβίου μου γαμετῆς τοῦ προγεγραμμένου Σενούθου, ὁρωμένῳ καὶ αὐτῷ ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας, ἑτοίμως ἔχειν ἐν μιᾷ εὐζωίᾳ καὶ κοινῇ βιώσει συνδιαιτᾶσθαί σοι ἐφʼ ὃν βούλει χρόνον, ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶν Παχὼν τεσσαρεσκαιδεκάτη τοῦ παρόντος μηνὸς τῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ δευτέρας ἰνδικτίονος, καὶ πᾶσαν ἐπιμέλειαν καὶ φροντίδα θέσθαι τῇ σῇ εὐτεκνίᾳεὐτεκνείᾳ ἐν τάξει γνησίων τέκνων, καὶ ἐνδιδύσκεινἐνδιδάσκειν σε, ἁπαξαπλῶς ἀκαταφρονήτως φροντίζειν σου ἐν ἅπασι κατὰ τὸν δυνατὸν τρόπον τῆς ἐμῆς μετριότητος, ἕως Φαμενὼθ τοῦ μηνὸς τῆς αὐτῆς δευτέρας ἰνδικτίονος καθʼ ἕκαστον ἔτος, καὶ μηδέποτε ἐκβαλεῖν σε τῆς κοινῆς βιώσεως ἄκοντα, χωρὶς ῥᾳδιουργίας καὶ ἀταξίας, μέντοι γέ σου ἐργαζομένου καὶ εἰσφέροντός μοι ἑκάστου μηνὸς τῶν δέκα μηνῶν κεράτια ἓξ ζυγῷ ἐκ τοῦ μισθοῦ τῆς σῆς ἐργασίας, εἰς χρείαν τῆς τε σῆς ἀποτροφῆς καὶ τῶν δύο νομισμάτων ὧν ἐχρεώστουν τὴν δόσιν ὑπὲρ σοῦ τῷ σῷ δανειστῇδανιστῇ, καὶ μηδαμῶς δυνησομένου δυσπραγίᾳδυσπραγείᾳ χρήσασθαι ἢ ἀσελγείᾳ καὶ ἀσωτίας ἔργοις καὶ ὑπερθέσει χρήσεσθαι καθʼ οἱανοῦν δήποτε πρόφασιν περὶ τὴν ἀπόδοσιν τῶν αὐτῶν ἐξ κερατίων ἑκάστου μηνὸς τοῦ δύνασθαι καὶ ἐμὲ πληρῶσαι τὸ ὑπὲρ σοῦ ἀναδεχθὲν δάνειονδάνιον τῶν αὐτῶν δύο νομισμάτων παρὰ κερατίων ὁμοῦ δώδεκα κατὰ τὰ ἁρμόσαντα καὶ ἀρέσαντα μεταξὺ ἡμῶν σύμφωνα ἐπὶ τούτοις. ἐνστάντος δὲ τοῦ πρώτου μηνὸς τῆσδε τῆς ἀποδόσεως τῶν ἓξ κερατίων κατὰ μῆνα εἰ μὴ ἀποδοίης εὐγνωμόνως εκ ἐπὶ τῷ σε ταῦτα τὰ δύο νομίσματα ὑφὲν ἀνταποδοῦναί μοι δίχα πάσης ἀμφιβολίας καὶ κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίαςεὑρεσιλογίας εἰ δὲτὲ καὶ ἐγὼκἀγὼ βουληθείην ἐκβαλεῖν σε παρὰ τὰ εἰρημένα σύμφωνα, ενεταλματα τῆς ἀταξίας, ἑτοίμως ἔχω παρασχεῖν σοι χρυσοῦ νομίσματα ἕξ , καὶ φυλάξω τὴν ἀναδοχὴν τοῦ ὑπόντος δανείουδανίου τῶν δύο νομισμάτων. καὶ εἰς ἀσφάλειαν τῶν προδιομολογηθέντων παρʼ ἐμοῦ συμφώνων ἐν ταύτῃ τῇ ὁμολογίᾳ, ὑπεθέμην σοι ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, πάντα τὰ ὑπάρχοντά μοι καὶ ὑπάρξοντά μοι πράγματα. δηλαδὴ, εἰ δὲ καὶ σὺ ἀνάγωγος φανείης καὶ ἄνετος ἐν πᾶσι τοῖς ἔργοις, ἀκρίτως ἐξελθεῖν ἀπʼ ἐμοῦ γυμνὸν γυμνὸν, μετὰ καὶ τοῦ σου χρέους τῶν αὐτῶν δύο νομισμάτων. καὶ ἐπὶ τούτοις ἅπασιν ἐπερωτηθεὶς ὡμολόγησα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.