Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.gascou.30

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ οἱαςδήποτε συναρπαγῆς τε καὶ περιγραφῆς πάσης ἑτοίμως ἔχειν ὑπεισελθεῖν εἰς τὴν διοίκησιν τῶν ὑμετέρων πραγμάτων τῶν διακειμένων ἐν πεδιάδι τῆς τε αὐτῆς κώμης καὶ Φθλα τοῦ αὐτοῦ νομοῦ ἐπὶ τὸν χρόνον τῆς ἐμῆς ζωῆς καί σου καὶ ἄχρι τῆς ἐννόμου ἡλικίας τῶν τριῶν μου ὁμογνησίων ἀδελφῶν καὶ πᾶσαν φροντίδα καὶ βελτίωσιν καὶ φιλοκαλίαν ποιεῖσθαι ἐν αὐτοῖς ἀμέμπτως καὶ ἀκαταφρονήτως, πρωτοτύπως μὲν διδόναι καθ’ ἕκαστον ἔτος τὰ δημόσια τούτων πρὸς τὴν ἐνελκομένην αὐτοῖς συντέλειαν ἀκολούθως τῷ δημοσίῳ κώδικι καὶ μετὰ τὴν συμπλήρωσιν παντοίων δημοσίων τούτων διδομένων παρ’ ἐμοῦ κατ’ ἔτος πᾶν τὸ εὑρισκόμενον λῆμμα ἐκ τῶν παντοίων γενημάτων τῶν αὐτῶν σῶν κτημάτων εἰσενεγκεῖν τῇ σῇ πατριότητι καὶ ἀποκαταστῆσαι ἐκ πλήρους ἀβλαβῶς δίχα πάσης ῥᾳδιουργίας καὶ ἀπολείψεως καὶ ποιῆσαι τοὺς λογισμοὺς περὶ τούτων πρὸς σὲ τοῦ τε λήμματος καὶ ἀναλώματος τούτων κατ’ ἔτος καὶ ὅρκον ἀποθέσθαι σοι ἐν ἁγίοις Θεοῦ οἴκοις ὅτι μηδὲν τούτων διεκρυψάμηνδιεκρευψάμηνδιεκρυψάμην μηδὲ μὴν εἰς οἰκς κατειργασάμηνκατεργασάμην ἕως ἑνὸς ματίου καὶ μὴ δύνασθαί με ἀποστῆναι τῆς ὁμονοίας τῶν ἐμῶν ὁμογνησίων ἀδελφῶν καὶ τῆς ἐμῆς μητρὸς ἄχρι τῆς αὐτῶν, ὡς εἴρηται, ἐννόμουἐννόμωυ ἡλικίας μήτε τούτωντούτν καταφρονεῖν ἀλλὰ μεῖναι ὡς ἐν ταὐτότητι μένου υ ἐν μιᾷ εὐζωία καὶ οἰκήσει καὶ ἐὰνκἂν γαμήσαντά με καὶ ἐὰνκἂν μὴ γαμήσαντα· καὶ πρὸς ἐντελεστέρανἐντηλεστέραν ἀσφάλειαν ἐπωμοσάμην τὴν ἁγίαν Τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ ποτε καιρῷ ἢ χρόνῳ παραβῆναι τὰ ἐγγεγραμμένα καὶ ὑπεναντίονἐπεναντίον ταύτης τῆς ὁμολογίας διαπράξασθαί τι, ἔσομαι ἔνοχος τῷ τῆς ἐπιορκίας ἐγκλήματι καὶ τῇ τῶν νόμων ἐπιτιμίᾳ κατὰ τῶν παραβαινόντων τὰς ἐνομώτους συνθήκας. καὶ εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ πρὸς ἕκαστον αὐτῶν κεφάλαιον καὶ εἰς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην μεθ’ ὑπογραφῆς ἐμῆς καὶ μαρτύρων καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.