Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67310dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

πρώην κατὰ φιλικὴν καὶ εἰρηνικὴν διάθεσιν συνηρμοσάμην ἐμαυτὸν τῇ σῇ κοσμιότητι κατʼ ἔκδοσιν νομίμου γάμου, ἐπὶ χρησταῖς ἐλπίσινελπιζει εἰ τῷ Θεῷ δόξειεν καὶ γνησίων τέκνων σπορᾷ, καὶ τὴν σὴν σεμνὴν καὶ ἀσφαλῆ παρθενίαν εὑρὼν διηγόρευσα. ὅθεν εἰς ταύτην ἥκω τὴν ἔγγραφον ἀσφαλείαν, καθʼ ἣν ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν ὑπὲρ τῶν σῶν γαμικῶν ἕδνων ἤτοι πρὸ γάμου δωρεῶν τῶν συμπεφωνημένων καὶ συναρεσάντων μεταξὺ ἐμοῦ καὶ σοῦ, χρυσοῦ νομίσματα δεσποτικὰ δοκίμου ϛ παρὰ λϛ, ζυγῷ καὶ σταθμῷ Ἀντινόου. καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ εὐγενείᾳ ὁπόταν βουληθῇς, δίχα πάσης ἁγνωμοσύνης καὶ ὑπερθέσεως, κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐμῆς ὑποστάσεως γενικῶς καὶ ἰδικῶς. καὶ ὁμολογῶ μηδὲν ἧττον πρόσεπι τούτοις διαθρέψαι σεσοι γνησίως καὶ ἐνδιδύσκεινἐνδιδάσκειν καθʼκατ ὁμοιότητα πάντων τῶν συμμετρίων μου καὶ τὸν προσόντα μοι πόρον κατὰ τὸν δύνατον τρόπον τῆς ἐμῆς μετριότητος, καὶ ἐνἐμ μηδενὶ καταφρονῆσαί σου μήτε ἐκβαλεῖν σε ἐκ τοῦ ἐμοῦ συνοικεσίου παρεκτὸςπλὴν ἐκτὸσ λόγου πορνείαςπορνίας καὶ αἰσχρᾶς πράξεως καὶ σωματικῆς ἀταξίας ἀποδειχθησομένης διὰ τριῶντριωτριωη ἢ πλέον ἀξιοπίστων ἀνδρῶν, παγανῶν ὄντων καὶ πολιτικῶν, ἐλευθέρων, καὶ μηδαμῶς ἀποστῆναί με τῆς σῆς κοίτης, μηδʼ ἑτέρας δραμεῖν ἀταξίας ἢ ἀσελγείαςἀσελγίας, μέντοι καὶ αὐτῆς τῆς σῆς κοσμιότητος ὑπακούσης μου καὶ φυλαττούσης μοι πᾶσαν εὔνοιαν καὶ εἰλικρινῆἰλικρινῆ στοργὴν ἐν πᾶσι καλοῖς καὶ ὠφελίμοις ἔργοις τε καὶ λόγοις, καὶ ὑποταττομένης μοι τρόποις ἅπασιν ἅτε δὴ ἀνήκει ἁπάσαις εὐγενεστάταις γυναιξὶν ἐνδείκνυσθαι εἰς τοὺς ἑαυτῶν εὐμοίρους καὶ φιλαιτάτουςφιλετατους ἄνδρας δίχα ὕβρεως καὶ ἁψικορίαςἁψικωρίας καὶ οἵας δήποτε καταφρονήσεως ἀλλʼ οἰκουρὰν διόλου εἶναι, καὶ φίλανδρον περὶ ἐμὲ γενέσθαι σε, ἀκολούθως τῇ παρʼ ἐμοῦ δειχθησομένῃ σοι ἀγαθῇ καὶ σώφρονισώφρονει προαιρέσει καὶ εἰ συμβαίη μέ ποτε καιρῷ ἢ χρόνῳ καταφρονῆσαί σου κατὰ τὸν προαφηγηθέντα τρόπον, ἢ ἐκβαλεῖν σε χωρὶς εὐλόγου αἰτίας ὡς προγέγραπται, ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ κοσμιότητι, λόγῳ ποινῆς τῆς αὐτῆς καταφρονήσεως νομίσματα ιη ἔργῳ ἀπαιτούμενα καὶ καταβαλλόμενα παρʼ ἐμοῦ χωρὶς ἀντιλογίας καὶ ὑποθέσεως, κρίσεως καὶ δίκης καὶ πάσης ἀφορμῆς καὶ μέμψεως καὶ παντοίας νομίμου παραγραφῆς ἀναμφιλόγως, ἐνεχομένης καί σου τῷ αὐτῷ ἴσῳ μέντοι προστίμῳ εἰ καὶ ἐμοῦ καταφρονησῃςκαταφρονεσῃς ἐπὶ τοῖς προτεταγμένοις συμφώνοις ἐφʼ οἷς τος πρὸς ὁμολογῶ ἔχω ὁ σὸς γαμέτης μὴ συγκαλέσαι τινὰ ἀνακόλουθον κατʼ οἶκον ἐπὶ σὲ μήτε συμποσιάζειν ἐγγὺς σοῦ μεθʼμετʼ ἑταίρων ἢ οἰκείων ἢ μεθʼ ἑτέρου τινὸς μὴ βουλομένης τὴν αὐτῶν κατάστασιν. καὶ εἰς ἀσφάλειαν ἑκατέρου μέρους καὶ τοῦ φιλαλλήλου συνοικεσίου, ἐθέμην τοῦτο τὸ τῆς συζυγίας σύμφωνον ἤτοι γαμικὸν συμβόλαιον κύριον ὂν καὶ βέβαιον πανταχοῦ ἐπιφερόμενον. καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἑκὼν καὶ πεπεισμένος ὡμολόγησα, μὴ φόβῳ μὴ δόλῳ μὴ βίᾳ καὶ ἁπάτῃ μήτε ἀνάγκῃ συνελαυνόμενος, καὶ ὑπογεγραμμένον ἐξεδόμην σοι πρὸς ἀσφάλειαν, καὶ πρὸς πάντα καὶ πρὸς ἕκαστον αὐτῶν τῶν ἐμπεριεχομένων αὐτῷ κεφαλαίων καὶ ἐπὶ τῇ τοῦ προστίμου ἀποδόσει εἰ οὕτω τύχοι, ὑποθέμενός σοι πάντα τὰ νῦν ὄντα μοι καὶ ἐσόμενα πράγματα, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ὡμολόγης

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.