Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.2.67151dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φλαουίου Βίκτορος ἐνδοξοτάτου κόμετος καὶ πατρικίου διασημοτάτουδιασημωτάτου διὰ Δωροθέου ἐνδοξοτάτουλρωθεοξοτ στρατηλάτου καὶ ταβουλαρίουυπνφ κ ν ἰνδικτίονος θ ἰνδικτίονος ιηιθ λ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου ΑὐγούστουΑὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ τοῦ μηνὸς ἐννεακαιδεκάτῃ τῆς παρούσης τετάρτης ἐπινεμήσεως. ἐν ἈντινόουἈντινόου πόλει τῇ λαμπροτάτῃ. Φλάυϊος Φοιβάμμων, ὁ υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐπρεπείου τοῦ ἀπογενομένου ἀρχιϊάτρου, ὁρμώμενοςορμομενος ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, ἑξῆς ὑπογράφων ἰδίοις αὐτοῦ γράμμασι, τὴν παροῦσαν τίθημι καὶ ποιοῦμαι δικαίαν καὶ ἔννομον διαθηκιμαίαν βούλησιν, ἐν τάξει τελευταίας ἐγγράφου διατυπώσεως, ἀσήμαντρον οὖσαν καὶ ἀνυποσφράγιδα διὰ τὸ τῆς μετριοσύνης ἡμῶν ἐξασθενοῦς ἀπορίας καὶ ἐλαχίστης ἡμῶν περιουσίας σπανώτερον καὶ ψιλότερον, τοῦ δύνασθαι τοὺς ἐμοὺς κληρονόμους ὅτε δήτη ποτε βούλωνται ἐμφανῆ ποιῆσαι τὴν αὐτῆς δύναμιν, γνῶναί τε ἀναμφισβητήτως καὶ ἀμάχως τό τί περιέχει ἔκ τε κεφαλαίου μέρους αὐτῆς καὶ ψιλοῦ λόγου τὸ καθάπαξ ἐπὶ τοῖς ἐφεξῆς λόγοις. πέρας μὲν πάντων καὶ βροτησίου γένους ὁ θάνατος, καὶ τοῦτον ἀδύνατόν ἐστιν ἐκφυγεῖνεκφαγειν παντελῶς, τοῖς δὲ καλῶς φρονοῦσι τοῦτο προμαθεῖν καὶ εὐλαβεῖσθαιεὐλαβεῖσθαι πάντων εὐτυχέστερον. ἐγὼ τοιγαροῦν ὁ προ ονομασθεὶς Φοιβάμμων Εὐπρεπείου ἀρχιιάτρουἀρχιατρος, ἀναγκαίως τὰ κατʼκαθʼ ἐμαυτὸνἐαυτὸν διανοηθεὶς, ἐσκόπησα πάντα τὰ κατʼ ἐμὲ πράγματα πρὸ θανάτου διατυπῶσαι κατὰ τὸ προσῆκον ὀρθῷ καὶ ἀγαθῷ συνειδότι καὶ δικαίῳ σκοπῷ καὶ ἀκριβεῖ λογισμῷ, ἐφʼ ὅσον ἐν τοῖς ζῶσι τυγχάνω, ἀκολούθως τοῖς συγκεχωρημένοις ἅπασι ἀπὸ θείων νόμων τοῖς τὰ ἴδια φρονοῦσιν μετʼ ἀδείας πάσης καὶ ἐξουσίας καὶ αὐθεντείας διαθέσθαι τοῖς ἑαυτῶν φίλοις τέκνοις, καὶ μὴ τούτοις μετὰ θάνατον ἀμφισβήτησιν καταλείπειν. τούτου τοῦ τρόπου, καθʼ ὅσον ζῶ καὶ ὑγιαίνω καὶ ἐπʼ ἀγορᾶς βαδίζω τὰ συνήθη πράττων, σώφρονί τε λογισμῷ καὶ σκοπῷ δικαίῳ καὶ ἀγαθῷ συνειδότι καὶ ἀκριβεῖ διανοίᾳ καὶ ἐρρωμένῃ διαθέσει, εἰς ταύτηνταυτης τὴν ἔγγραφον διαθηκιμαίαν βούλησιν ἐλήλυθα, νοῶν, φρονῶν, λογισμοὺς καὶ φρένας ἀπαθεῖς διασώσων, καὶ ὑγιὲς ἔχων ὡς προεῖπον τὸ σῶμα μου σὺν εὐμενείᾳ τοῦ πανκρείττονος δεσπότου τῶν ὅλων Θεοῦ παντοκράτορος, εὐλαβούμενος μὴ ἐξαίφνης ὑπαναχωρῆσαί με τῶν τῇδετῇτε ἀδιαθέτως πραγμάτωνπραμμάτωνπραγμάτων πρὶν οὕτω πρότερον διαθῶμαι καὶ διατυπώσω τὰ κατʼκαθʼ ἐμαυτὸν παντοῖά μου ἐλάχιστα πράγματαπράμματαπράγματα, τά τε ἐν ἀγρῷ ὄντα μοι ἐκ διαφόρωνδιαφορον τόπων γονικῶν τε κληρονομιαίων μου καὶ ἰδιοκτήτων, καὶ τὰ ἐν τῇδετῇτε τῇ πόλει Ἀντινόου καὶ ἀφʼἀφʼ ἑκασταχοῦ τόπου. ἀκολούθως τοῖς θειώδως συγχωρητέοις ἅπασι θνητοῖς περιοῦσι πρᾶξαι, τὴν παροῦσαν κατεθέμην διαθηκιμαίαν βούλησιν ὡς προέφην, πολιτικοπραιτωρίαν οὖσανοὖσαν ἐπὶ παρουσίας τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων νομίμων ἑπτὰ μαρτύρων, πολιτῶν ὄντων ἐφήβων Ῥωμαίων, ὑπολήψεως ἀντιποιουμένων, τῶν καὶ ἑξῆς ὑπογραφόντων αὐτῇ ἐν μιᾷ συνόδῳ καὶ καιρῷ μηδεμιᾶς ἑτέρας πράξεως μεσολαβούσης, ἀκολούθως τῇ τῶν νόμων δυνάμει· ἥνπερ διαθήκην ὑπηγόρευσα ἑλληνικοῖς ῥήμασί τε καὶ γράμμασι γραφῆναι ἐπέταξα ἐν δημοσίῳ καὶ πρακτικῷ τόπῳ. καὶ βούλομαι αὐτὴν τὴν ἰδίαν ἰσχὺν καὶ δύναμιν ἔχειν ἐφʼ οἷς περιέχει πᾶσι κεφαλαίοις κατὰ τὴν ἑκάστου διαστολήν, ἐπέχειν τε αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν καὶ πάσης τελευταίας βουλήσεως καὶ φιδεϊκομισσαρίας ἐπιστολῆς, προκομιζομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνου καὶ κυριότητος ἐν παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειώδως ὑπὸ τῶν νόμων διηγορευμένα, καὶ πάντα τὰ ἐν αὐτῇ κεφάλαια δίδοσθαι καὶ πληροῦσθαι κατὰ τῶν ἐξ ἀδιαθέτου βουλομένων κληρονομῆσαι τῶν ἐμῶν δικαίων, ἔτι μὴν προβῆναι ταῦτα τὰ ὑπʼ ἐμοῦ ὁρισθησόμενα μόνα ἀκέραιαακαιραιαἀκέραια, καὶ ἀσάλευτα φυλάττεσθαι τοῖς ἐμοῖς φιλαιτάτοις γνησίοις υἱοῖς καὶ μόνοις, οἷς ἑξῆς διατάσσω δικαίως καὶ εὐλόγως. εἰ δέ γε μετὰ ταῦτα κωδίκιλλον ἢ κωδικίλλους ποιήσω καὶ ἕτερα κεφάλαια ἐν αὐτοῖς διατυπώσω, βούλομαι αὐτὸν ἢ αὐτοὺς καὶ τὴν ἰδίαν δύναμιν καὶ βεβαίωσιν ἔχειν ὡς comfirmateumenous ἐν τῇ παρούσῃπαρούσᾳ τελευταίᾳ βουλήσει. εἴη μὲν οὖν ἐμὲ ζῆσαι ἐφʼ ἕτερόν τινα χρόνον, ὡς ἂν παρασταίη τῷτο κρείττονι καὶ δεσπότῃ Θεῷ, καὶ τῆς ἐμῆς ἔτι ὡσαύτως ἀπολαῦσαι μετριότητος καὶ πάσης τῆς ἐλαχίστης μου περιουσίας· ἔξεσται κατὰ νόμους, ἐφʼ ὅσον ἐμοὶ περιόντι χρόνον, τῶν ἐμῶν ἁπάντων κρατεῖν τῆς νομῆς δικαίας καὶ συνήθους δεσποτείας, καὶ τῆς ἐπικαρπίαςἐπικαρπείας πάντων τῶν ὄντων μοι πραγμάτων ἤτοι ousufructu παντός, μετὰ τὰ εὐσεβῆ δημόσια τέλητέλιτέλη κανονικά τε καὶ πρόσκαιρα τούτων. ἐπὰν δὲ ἀνθρώπινόν τι πάθω καὶ τῶν ἐνταῦθα ὑπαναχωρήσω πραγμάτων ἐκ τῆς τοῦ πεπρωμένου ἀνάγκης, τότε ἐνίστημι κληρονόμους τοὺς προσφιλεστάτους μου υἱοὺςυἱοὺς τόνδε καὶ διαδόχουςδιαδοχοις τῆς ἐμῆς κληρονομίας καὶ πάσης περιουσίας μου, ἐν ἀγρῷ διαφόρων τόπων, καὶ ἐν τῇδετῇτε τῇ Ἀντινοέων πόλει, καὶ τὰτὰ ἐφʼ ἑκασταχοῦ τόπου, ὥστε τούτους ἐπʼ αὐθεντείας καὶ ἐξουσίας πάσης μετὰ τὴν ἐμὴν τελευτὴν πάντων τῶν ὄντων μοι κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν, γονικῶν τε ἐμῶν κληρονομιαίων πραγμάτων καὶ ἰδιοκτήτων, τῶν ἀφʼ οἵου δήποτε δικαίου καὶ νομίμου τίτλου ἐγγράφουἐγράφουἐγγράφου καὶ πόρου περιελθόντων εἰς ἐμέ, καὶ κληρονομῆσαι αὐτοὺς ταῦτα ἀκωλύτως καὶ ἀνεμποδίστωςἀνεμποδείστως οὐδενὸς τὸ συνόλον καὶ ἀνεγκλήτως ἐπάναγκες, ἐπέκεινα δὲ ὀρθῶς αὐτοὺς κληρονομῆσαι, ὡς ἔφην, πάντων τῶν ὄντων μοι παντοίων καὶ ὑπʼ ἐμοῦ καταλειφθησομένων πραγμάτων ἐξ ἰσορρόπου μοίρας, κατὰ κεφαλικὴν μερίδα ἀναλογοῦσανἀνηλογοῦσαν ἐξ ἴσου ἔκ τε κινητῶν καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων, πάσης ἐνοχῆς καὶ ἀγωγῆς, ἐν παντὶ εἴδει καὶ γένει καὶ πάσῃ ὕλῃ καὶ ποιότητι καὶ ποσότητι, ἀπὸ πολυτελοῦς εἴδους μέχρι εὐτελοῦς καὶ ξυλικοῦ καὶ ὀστρακίνου καὶ ὑαλίνου καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβολοῦ καὶ λεπτοῦ, ἁπαξαπλῶς πάσης λήψεως καὶ δόσεως ὑπὲρ ἐμοῦ· καὶ εἴ τι εὐλόγως χρεωστῶ ἢ ὡς εἰπεῖν ἔπος χρεωστούμενος, ἀποδοῦναι τούτους καὶ ἀπολαμβάνειν ἀμειώτως πάλιν ἐξ ἴσης μοίρας. βούλομαι δὲ τοὺς ἐμοὺς υἱοὺς καὶ κληρονόμους τοὺς προαφηγηθέντας κληρονομεῖν πάντα τὰ ἐμὰ ὡς προεῖπον, παρὲξ ὧν ἑξῆς διατάσσω καὶ ὁρίζω ἐν τῇ παρούσῃπαρούσᾳ μου διαθηκιμαίᾳ βουλήσει. βούλομαι οὖν καὶ κελεύω τὸ εὐαγὲς καὶ πάνσεπτον μοναστήριον τὸ καλούμενονκαλούμενον Ἄπα Ἱερημίου τοῦ ἐν ὁσίοις τῇ μνήμῃ, μετὰ τὴν ἐμὴν ὡσαύτως τελευτήν, ἐπʼ αὐθεντείας πάσης καὶ ἐξουσίας παραλαβεῖν εὐθέως μίαν καθαρὰν ἀμπελοφορίμου γῆς ἄρουραν ἐκ πλήρους ἀπὸ ἑξήκοντα τεσσάρων ἁμμάτων, μεμετρημένην τῷ δημοσίῳ σχοινίῳ, ἀτελοῦς καὶ ἀνυποτελοῦς γῆς, ἀποκρινομένην ἐκ τῶν ὅλων περιελθόντων εἰς ἐμὲ ἀμπελικῶν χωρίων ἀπὸ διαδοχῆς καὶ κληρονομίας τοῦ ἐμοῦ πατρὸς καὶ ἐν μακαρίοις τῇ μνήμῃ Εὐπρεπείου ἀρχιιάτρου, διακειμένων ἐπὶ κώμης Ἰβιῶνος ἘσεμβύθεωςεσυμβηθεωςΣεσεμβύθεως τοῦ Ἑρμουπολίτου νομοῦ, ὑπὸ τὴν παραφυλακὴν ὄντων τῆς αὐτῆς, ἐξ ἀπηλιώτουἀπηλιώτου ταύτης, κατὰ τὰς ἀγρογειτνίας, ἀφʼ οὗ βούλεται τόπου καὶ ἀκρογώνουακρογονου τῶν αὐτῶν ἀμπελώνων ἐκ τετραέντου κυκλόθεν, μετὰ παντὸς τοῦ ἐπιβάλλοντος τῇ προσημανθείσῃ μιᾷ ἀμπέλου ἀρούρῃἀρουρης γῆς φορίμου ἔκ τε ὑδρευμάτων καὶ μονῶν καὶ χρηστηρίων πάντων καὶ ἐπαυλέων καὶ ἀχυροβολώνωνἀχυροβολώνων καὶ κυκλευτηρίων καὶ ξυλίνων ὀργάνων ἐξηρτισμένων καὶ πάσης τῆς τούτων καθόλου περιοχῆς, μὴ προϋποκειμένην οἵῳ δήποτε πράγματιπραμματιπράγματι ἢ βάρει ἢ σκήψει μήτε οἵᾳ δήποτε ἀφορμῇ, ἀλλὰ καθαρὰν διόλου αἰώνιον ἄπτωτον ὑπαρχθῆναι ταύτην ἐν πάσῃ βεβαιώσει καὶ καθαροποιήσει τῷ προειρημένῳπροειρημένῳ μοναστηρίῳ, εἰς μνημόσυνον αἰώνιον καὶ πρεσβεῖον, ὑπὲρ ἱλασμοῦ ψυχῆς μου καὶ ἁγίας προσφορᾶς, πρὸς Θεὸν ἀπερχομένου. ταύτην γὰρ τὴν προειρημένην μίαν ἄρουραν ἀμπελόφυτον προσπορίζομαι κατὰ χάριν ἀναφαίρετον καὶ δωρεὰν νόμιμον ἔγγραφον τῷ προλεχθέντι εὐαγεῖ μοναστηρίῳ, ἰάσεώς μου ψυχῆς χάριν, ἐπέχουσαν ταύτην δύναμιν ἀμετάθετον σκοπόν τε καὶ ἀμετανόητον, καθʼκαιθʼκαθʼ οἷον δήποτε τρόπον καὶ λόγον καὶ χρόνον καὶ τόπον, ἀλλὰ ἱκανῶς κρατοῦσαν βεβαίου τρόπου παντὸς καὶ τοῦ inter vivos κατὰ τὸν νόμον, ὥστε μὴ παντοίας πώποτε ἀνατροπῆς τυχεῖν, ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνου καὶ κυριότητος ὑφʼ ἡλίῳ, καθʼ ὅτι ἐπʼ ἀγαθῇ καὶ εἰλικρινεῖ προαιρέσει ταύτην ἐχαρισάμην καὶ ἐδωρησάμην τῷ προειρημένῳ εὐαγεῖ μοναστηρίῳ ὑπὲρὑπὲρ ἁγίας μου προσφορᾶς αἰωνίου. καὶ ὁρίζω τὸ ταύτης τέλος ἀεί ποτε βασιλικὸν ἐνέλκεσθαι καὶ ἐπισύρεσθαι καὶ ἐπαναστρέφεσθαι τῇ ἐμῇ πάσῃ περιουσίᾳ, ἐπανειλημμένον εἶναι διηνεκῶς τῷ παντὶ ἐποφειλομένῳ δίδοσθαι ὑπὲρ ἐμοῦ παρὰ τῶν ἐμῶν υἱῶν καὶ κληρονόμων δημοσίῳ τελέσματι, κανονικῷ τε καὶ προσκαίρῳ, ἔν τε σίτῳ ἐμβολῆς καὶ χρυσικῷ καὶ ναύλῳ καὶ παντοίοις βάρεσι, ἀποκρινομένων αἰωνίως ὑπὲρ αὐτῆς τῷ δημοσίῳ λόγῳ καὶ τὸ ἱκανὸν ποιούντων τούτῳ ὑπὲρ ταύτης διηνεκῶς, καὶ τοῦ εἰς τοῦτο ἀταράχου καὶ ἀστασιάστου καὶ ἀνϋπομνήστου καὶ ἀζημίου καὶ ἀνεπισπάστου καὶ ἀνενοχλήτουανενοχλητος φυλαττομένου πάντοτε τῷ εὐαγεῖ μοναστηρίῳ, ἀνθʼ ὅτου ταύτην αὐτῷ ἐδωρησάμην ὑπὲρ ἀναπαύσεως ψυχῆς μου καὶ ἀφέσεως πλημμελημάτων, ἐφʼ ᾧ τοὺς κατὰ καιρὸν ἠγουμένους τε καὶ οἰκονόμους καὶ διοικητὰς πραγμάτων τοῦ αὐτοῦ ἁγίου μοναστηρίου, ἔπειτα δὲ καὶ τὸν νῦν διοικοῦντα προεστῶτα καὶ θεοφιλῆ πατέρα Ἄπα Βησᾶν τὸν εὐλαβέστατον πρεσβύτερονπρεβύτερον καὶ κοινοβιάρχην, δεσποτικῷ δικαίῳ κατὰ πᾶν ἐκ νόμων ἁρμόττον προπριαιταρίας δίκαιον ἐγκρατεῖς γένεσθαι τῆς αὐτῆς μιᾶς ἀμπέλου, ὡς προεσημηνάμην, καὶ τὴν παντοίαν ταύτης πρόσοδον κομίσασθαι κατʼκαθʼ ἔτος ἀπὸ καρπῶν καὶ κανόνος τῆς σὺν ΘεῷΘεῷ μελλούσης καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές, καὶ τὴν ταύτης διοίκησιν καθάπερ βούλωνται ἀναθέσθαι εἰς τὴν ἁγίαν μου προσφοράν· μέντοι γε αὐτοὺς μὴ δύνασθαι ταύτην πώποτε ἐκποιῆσαι ἢ ἑτέρῳ μεταλλάξαι ἐπὶ τὸν παντελῆ χρόνον, ἀλλʼ αὐτὴν ἐπίμονον εἶναι καὶ παραμόνιμον, ἐξυπηρετοῦσαν τῇ ἁγίᾳ μου προσφορᾷ, διὰ τὸ ἐμοὶ οὕτως ὀρθῶς καὶ δικαίως δεδόχθαι. βούλομαι δὲ καὶ κελεύω τοὺς ποθεινούς μου υἱοὺς τὴν περιστολὴν ἤτοι κηδείαν κατʼ ἀξίαν ἐμὴν τοῦ ἐμοῦ σώματος ποιῆσαι, ἐξορκίζω δὲκαὶ ἐξορκίζω τὸν εὐλαβῆ καὶ θεοφιλῆ ἡγούμενον τοῦ προειρημένουπροειρημένου μοναστηρίου Ἄπα Ἱερημίου, κατὰ τῆς ὁμοουσίου Τριάδος ἁγίας καὶ ἀηττήτου, ὑποδέξασθαι τὸ ἐμὸν εἰς ταφὴνδαφὴν καὶ μνῆμα λείψανον εἰς τὴν εὐαγεστάτην μόνην, εἰς μνείαν τῆς ἐμῆς πάντοτε βραχύτητος, καὶ συναρίθμιον ὀνομασίαν μουμου ἐν τῇ τοῦ καταλόγου τῶν μακαρίων ἐκεῖσε πάντων ἀναπαυσαμένων ἐκφράσει ἐνεραδνουμίου γενέσθαιγένεσθαι. βούλομαι δὲ καὶ κελεύω τὴν εὐγενέστατην σύμβιον μου γαμετὴν ἐξουσιάζειν τῶν ἑαυτῆς καὶ μόνων ἕδνων τῶν ὑπʼ ἐμοῦ αὐτῇ προδοθέντων ἐν ὥρᾳ τῶν αὐτῆς αἰσίων γάμων πρὸ μίξεως, καὶ τούτοις ἀρκεσθῆναι καὶ μὴ δύνασθαι περαιτέρω τούτων ἐπιζητεῖν πρὸς οἷον δήποτε κληρονόμον ἐμὸν ἢ συγκληρονόμον, μήτε μὴν αὐθεντῆσαι καθʼκαιθʼ οἷον δήποτε τρόπον ἀποσπάσασθαι παντελῶς οἷον δήποτε πρᾶγμα ἐκ παντοίων ἐμῶν πραγμάτων, οἷον εἰκὸς εἰ βουληθησομένην ἰδιοποιήσασθαί τι ἑαυτῇ τῶν ἐμῶν, κακοθέλουσαν ἐκ τούτων ἀπόνασθαι, μὴ γένοιτο αὐτῇ τοῦτο μετὰ τὴν ἐμὴν τελευτήν, ἐξεῖναι δὲ μόνον αὐτῇ τὰ ἑαυτῆς γονικὰ πράγματα συλλαβεῖν ἐξερχομένῃ τοῦ οἴκου μου, ἅπερ ἐναποδείκτως ἐμφανίσεταιἐμφανήσεται ὡς ἦσαν ἐκεῖνα συνεισενηνέγμενάσυνεισηνέγμενά μοι παρʼ αὐτῆς γονικόθεν. τὴν δὲ ἁγίαν διοίκησιν καὶ ἐπιμέλειαν καὶ πρόνοιαν τοῦ εὐαγοῦς ἡμῶν ξενῶνοςξενεῶνος κατὰ τὰς πατρο παραδόσεις ἐν ἅπασι ὁρίζωνὁρίζω, καὶ βούλομαι καὶ κελεύω τὴν πᾶσαν τῶν ἀρρώστων φιλοκαλίαν τε καὶ ἐπιμέλειαν καὶ διαιτοχορηγίαν περαιωθῆναι ἐπιμελῶς καὶ ἐπιπόνως ἀκαταφρονήτως, εὐσεβείᾳεὐσεβει καὶ φόβῳ Θεοῦ καλλιεργουμένην, μετὰ σπουδῆς πάσης καὶ ἐπιεικείας, ἅμα τε διατελεῖσθαι παρὰ τοῦ προσφιλεστάτου μου ἀδελφοῦ Ἰωάννου, καὶ ἕξειν αὐτὸν ὡσαύτως τὴν τῶν πραγμάτων πρεπόντως τοῦ αὐτοῦ ξενῶνοςξενεῶνος κηδεμονίαν, εἰς ἀνανέωσιν διόλου τῆς τῶν ἀρρώστων φροντίδος καὶ λειτουργίαςλειτουγίας καὶ ἀποτροφῆς τῆς συνήθους· καὶ ἐξορκίζω αὐτὸν κατὰ τοῦ ἀενάου θεοῦ τούτου μὴ ῥᾳθυμῆσαι τοῦ περισπουδάστου ΘεοῦΘεῷ ἔργου· καὶ εἰ ἀμελήσοι ὄψεται πρὸς τὸν ΘεόνΘεόν· ἀξιῶ δὲ καὶ παρακαλῶ πάντας τοὺς θεοπίστους καὶ ἐλεήμονας, ἔτι καὶ τοὺς λαμπροὺς καὶ σοφωτάτους συνηγόρους, οὕσπερ καὶ ἐνορκῶενοργω κατὰ τῆς ἁγίας Τριάδος, καὶ πάντα κριτὴν καὶ δικαστὴν καὶ ἐξουσίαν καὶ κυριότητα, ἀεὶ παραφυλάξαι ἐρρωμένην ταύτην μου τὴν διαθήκην, δίχα οἵας δήποτε ἐναντιώσεως καὶ ἀντιπαθείας καὶ συλλογισμοῦ ῥητόρων καὶ δεκανικῆς λεπτολογίας. τοὺς γὰρ ἐμοὶ ἅπαντας διαφέροντας καὶ ἐκ γένους μοι ἀγχιστεύονταςαγχιστευοντες οὐκ ἐφʼ ὕβρει λέγω ἀποβλήτους καὶ ἀμοίρους καὶ ἀκλήρους παντελῶς εἶναι, βούλομαι δὲ καὶ κελεύω ὡς νόθους καὶ ἀπελευθέρους τῆς ἐμῆς ἐν ἅπασι μετοχῆς κληρονομίας καὶ σχέσεως πραγμάτων γενέσθαι ἄπωθεν, ἀλλοτριουμένους τούτων πάντα πᾶσιν, καὶ πάσης λήμψεως καὶ δόσεως ὑπὲρ ἐμοῦ, διὰ τὸ ἐμὲἐμοὶ ὀρθῷ καὶ δικαίῳ κεκρίσθαι σκοπῷ καὶ ᾑρῆσθαι οὕτως. ἕκαστος γὰργὰρ ἀπολαυέσθω τῶν ἰδίων· λίαν δὲδὲ μόγις τὰ τῆς ἐμῆς μετριοσύνης ἐλάχιστα πράγματα ἐπαρκήσονται τοῖς νηπίοις μου καὶ ἀφ ήλιξι υἱοῖς μου, οἷς καὶ καταλείψω τὸν βίον στυγνὸν καὶ ἀδιοίκητον, δεομένοις πολλῆς ἀνατροφῆς καὶ πολλῶν ἀναλωμάτων καὶ ἐπιμελείας. καὶ, ὡς προωρίσα, τούτοις μόνοις πάντα τὰ ἐμὰ ἀπονεμηθῆναι καὶ ὑπαρχθῆναι βούλομαι, καὶ ποινὴν κατὰ τοῦ ἐθελοκακεῖν δυσσεβῶς βουληθησομένου κατʼ αὐτῶν ὁρίζωὁριζωνοριζω μιᾶς λίτρας χρυσίου εἰς ἔκτισιν, καὶ μετὰ ταύτης κατὰ μηδένα τρόπον μηδὲν μὲν ὠφελεῖσθαι αὐτὸν ἐκ τοῦ ἐγχειρήματος, ἀλλὰ μᾶλλον βλαβῆναι καὶ ἡττᾶσθαι, ἄκοντά τεδε καὶ ἀνωφελῆ ἐφησυχάζεινἐπησυχάζεινεπισυχαζειν τοῖς ὑπʼ ἐμοῦ νῦν διατυπωθεῖσι ἐν τῇ παρούσῃπαρούσᾳ μου δικαίᾳ διαθήκῃ, ἀφʼ ἧς ἀπέστω πᾶς φθόνος καὶ δόλος πονηρός. καὶ εἴη βεβαία, ὑπὸ Ἰησοῦ τοῦτω κυρίουκω καὶ ΘεοῦΘω ἡμῶν βραβευομένη καὶ ἀεὶ φυλαττομένη ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ γενικοῖς κεφαλαίοις· οἳς ἐπευδοκῶν κατεθέμην καὶ τοῦτο τὸ κεφάλαιον, συνελόντι δὲδεὶ εἰπεῖν, ἔτι γε εὔδηλον αὐτὸ κυριώτερον εἶναι καὶ βεβαιότερον σχεδὸν τούτων ἁπάντωναπαντως, ὡς ἡγοῦμαι καὶ ὡσαύτως προστακτικῶς προβῆναι, ἐφʼ ᾧ δὲ τοὺς εἰρημένους ποθεινοὺς υἱοὺς μου καὶ κληρονόμους πατρωνεύεσθαι καὶ κουρατορεύεσθαι καὶ εἰκότως διοικεῖσθαι, μετὰ τῶν ἐλαχίστων αὐτῶν πραγμάτων, ὡς νηπίους καὶ ἀφήλικας, ἕως ἂν ἐπαυξήσωνται τὴν ἡλικίαν, παρὰ τοῦ δεσπότου μου καὶ θεοφιλοῦς πατρὸς ἄπα Βησᾶ τοῦ προεστῶτος τοῦ προειρημένου εὐαγοῦς μοναστηρίου ἄπα Ἱερημίου, ἐν τάξει γενικοῦ κουράτορος καὶ κατὰ νόμους κηδεμόνος. καὶ τοῦτοντουτων ἀξιῶ καὶ ἐνορκῶ κατὰ τοῦ παντοκράτορος θεοῦ προσώπου καὶ τῆς ἐντίμου καὶ ὑπερβαλλούσης αὐτοῦ σωτηρίας, καθʼ ὅσον ἐπιεικῶς καὶ σπουδαίως κέχρηται περὶ πᾶν ὁτιοῦν εὐάρεστον τῷ Θεῷ ἀγαθὸν ἔργον, καὶ τοῦτο τὸ ψυχωφελὲς κατʼ εὐσέβειαν Θεοῦ καὶ φιλανθρωπίαν προσθέσθαι ἑαυτῷ, καὶ εἰκότως φροντίζειν ἐπιμελῶς καὶ ἐπιπόνως τῶν εἰρημένων δειλαίων μου τέκνων καὶ τῶν τούτων ἐλαχίστων πραγμάτων ἄχρι, ὡς προεῖπον, τῆς αὐτῶν ἐννόμου ἡλικίας, πρὸς τὸτω αὐτοὺς μὴ ἀδίκως πλεονεκτεῖσθαι παρʼ οἵου δήποτε προσώπου ὡς ὀρφανοὺς καὶ ἀπεριστάτους, μὴ δυναμένους μήτε δυνησομένους λογοθετῆσαι αὐτὸν ἐν ἅπασι τὸν εἰρημένον, καὶ κατὰ παράκλησιν ἐμὴν ἐπʼ αὐτοὺς καταιδεῖν ὀφείλοντας τὸν θεοφιλέστατον κουράτορα, καὶ αὐτῷ πειθαρχῆσαι ἐν ἅπασι ὡς ἐμοί. καὶ ἐλπίδι χρώμενος ἀγαθῇ, θαρρῶ ὡς οὐ παρόψεται μὴ ποιῆσαι πάντα τὰ κατʼ εὐσεβῆ τινα θεραπεύοντα, διὰ δὴ τοῦτο κέλωρα αὐτῶν ἀκοῦσαι καὶ προθέσθαι αὐτῷ τὴν ἐπικουρίαν καὶ ἐπιμέλειαν αὐτῶν διʼ εὐσέβειαν καὶ φόβον Θεοῦ, καὶ ὅτι οὐκ ἀθετήσῃ εἰς τούτους, ὑπὲρ σωτηρίας αὐτοῦ· εἰ ἀμελήσοι δέ, ὅπερ ἀπείη, τῆς τούτων διοικήσεως, εἴη ὑπεύθυνος τῷ φρικτῷ θεοῦ βήματι, τὰς ἀπολογίας παρέχων τῷ παντοκράτορι Θεῷ καὶ ὀρφανοπάτορι ὑπὲρ τῆς ταύτης ἀμελείας· εἰ δὲ ἀγαθὸν αὐτῶν φρόντισμα ποιήσῃ, καὶ αὐτὸςκαὐτὸς ὁ ἱκανοδότης Θεὸς ἀντὶ τῶν πόνων τούτων ἀμείψηται αὐτῷ πλουσίᾳ χειρὶ ἐκ τῶν ἀμυθήτων ἐκείνων αὐτοῦ ἀγαθῶν τὰ ἀντάμοιβα μυριανταπλασίως, καὶ πολυχρόνιον αὐτὸν κατα στήσῃ, ἕως οὗ ἐν ἀπολαύσει γένηται πάσης ἐλπίδος αὐτοῦ καὶ σωτηρίας. ἐγὼ γὰρ ὁ δείλαιος εἰς ὅδον πάντων πορεύσομαι, δεόμενος ἱλασμοῦ καὶ πρεσβείας ἁπάντων, καὶ χάριν ἀνθʼομολογῆσαι αὐτῷ τούτων ἕνεκεν οὐκ ἔτι δʼ ἐξευρίσκω. τὴν δὲ ἐμὴν θείαν, ὀνόματι ἀξιῶ καὶ βούλομαι ἐπιζητεῖν, ὅθεν ἐπίσταται, τὸν ικρ ἄργυρον, κείμενον ὄντα παρὰ τῷ δανειστῇδανιστῇ, ὃν, τιμήματος ὅσου ἐστίν, αὐτῷ ὑπεθέμην ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καὶ μερίζειν τοῦτοντοῦτων καὶ πιπράσκειν τοῖς βουλομένοις, ἅμα τε καὶ φυλάττεσθαι τὸ τούτου τίμημα, καὶ πρῶτον μὲν ἀποπληροῦν τὸν εἰρημένον χρήστην ἐκ τούτου τὸ δάνειονδάνιον, εἶτα δὲ μεταλαβεῖν τὸ περιττευόμενον καὶ τὸ πλεῖον τιμήματος οἰκειοῦσθαι αὐτῇ, εἰς λόγον τῶν ἀποτροφίμων αὐτῆς, ἐφʼ ὅλον τὸν τῆς ζώης χρόνον, μέντοι γε μὴ δυνησαμένης πώποτε ἕτερόν τι ἐπιζητεῖν πρᾶγμα πρὸς τοὺς ἐμοὺς κληρονόμους μήδε καὶ ἐκείνουςκἀκείνους πρὸς αὐτὴν περὶ τούτου ἀντιποιήσεσθαι καθʼ οἷον δήποτε τρόπον καὶ λόγον καὶ χρόνον καὶ τόπον, ἀλλʼ ἐμμεῖναι τοῖς προορισθεῖσι, διὰ τὸ ἑκάτερον μέρος οὕτως ἀνειληφέναι τὴν ἐκ πλήρους ἑαυτῷ ἁρμόττουσαν καὶ κονι κληρονομίαν ἔνστασιν. βούλομαι δὲ καὶ κελεύω καὶ πάλιν δωροῦμαι τῷ προειρημένῳ ἁγίῳ μοναστηρίῳ Ἄπα Ἱερημίου, διὰ τοῦ θεοφιλεστάτου Ἄπα Βησᾶ τοῦ προλεχθέντος ἡγουμένου καὶ τῶν μετʼ αὐτὸν μεταπαραληψομένων τὴν τοῦ τόπου ἡγουμενίαν, τὸ καινὸν σκαφίδιον μου ἐκ τῶν ἐμῶν δύο σκαφιδίων ἐξηρτισμένων, μετὰ πάσης αὐτοῦ ἐξαρτίας ὡς ἔστιν καὶ τῆς προκτητικῆς ἐγγράφου πράσεως, ἐλθὸν εἰς ἐμὲ ἀπὸ ἀγοραστικοῦ δικαίου παρά τινων Ἀνταιοπολιτῶν, παρʼ ὧν κειμένην εἰ καὶ ἔσχον κατέχω τὴν πρᾶσιν ἧν ἀρτίως βούλομαι ἐκδοθῆναι τῷ αὐτῷ τόπῳ ὑπὸ πᾶσαν αὐτοῦ ἐξουσίαν εἶναι διηνεκῶς αὐτοτελῆ καὶ αἰώνιον κατοχὴν καὶ κυριότητα καὶ χρῆσιν καὶ κομιδὴν προσόδου αὐτοῦ, ὡς εἴκος τοῦτο ὑπὲρ ἀφέσεως ὁμοίως τῶν ἐμῶν πλημμελημάτων πρὸς Θεὸν καὶ ψυχῆς ἐμῆς εἰς ἴασιν. ἐπειδὴ δὲ εὐλόγως χρεωστῶ τῷ λαμπροτάτῳ κυρίῳ Χριστοφόρῳ υἱῷ Θεοδώρου νομίσματα πεντήκοντα εὔσταθμα ἁπλᾶ ζύγῳ Ἀντινόου, ἀξιῶ ὁμοίως τὸν θεοφιλῆ ἡγούμενον ἄπα Βησᾶν λαβεῖν ταῦτα παρὰ Πέτρου τοῦ θαυμασιωτάτουθαυμασιοτατου ὑποδέκτου ἐκ τῶν χρεωστουμένωνχρεωστουμενον μοι παρʼ αὐτοῦ ὑπὲρ τῶν ἐθίμωνἐθείμων μου ἀννωνῶν, ἤτοι τῶν νομισματίων ἑξήκοντα , ἀκολούθως τῷ παρʼ ἐμοῦ δεδεγμένῳ δικαστικῷ προστάγματι, ὑπὲρ τῆς παρούσης τετάρτης ἐπινεμήσεως, καὶ ἀποδοῦναι αὐτῷ καὶ ἀναλαβεῖν εἰς χιασμὸν τὴν ἐνεχυρασίαν ἣν ἔχει ὑπὲρ τούτων. βούλομαι δὲ καὶ κελεύω ἀπονέμεσθαι κατʼ εὐσέβειαν Ἀθανασίῳ τῷ τρεφομένῳ παρʼ ἐμοῦ, τῇ ἐπιφανείᾳ κατʼκαθʼ ἔτος, λόγῳ ληγάτου, ἐκ τῆς ἐλαχίστης μου περιουσίας, μέχρι τῆς ἐννόμου αὐτοῦ ἡλικίας καὶ μόνης, σίτου ἀρτάβας δέκα καὶ κριθῆς τέσσαρας , ἐλαίου ξέστας δώδεκα , οἴνου ἀγγεῖαἀγγῖα εἴκοσι . μετὰ δὲ τὸ αὐτὸν ἐφικέσθαι τῆς αὐτῆς μεγίστης ἡλικίας, ὡς ἔφην, βούλομαι τοίνυν τὸ προειρημένον ληγᾶτον ἀποκοπῆναι καὶ ἀνατραπῆναι καὶ ἀναστέλλεσθαί μοι ἤτοι τοῖς ἐμοῖς κληρονόμοις, ὥσπερ ἐπίκτητον, εἰς τὸ ἀδιανέμητον. καὶ ἐπὶ τούτοις καὶ ἐπὶ πᾶσι τοῖς διατυπωθεῖσι καὶ ὁρισθεῖσι παρʼ ἐμοῦ, κατεθέμην καὶ διεθέμην τὴν παροῦσαν διαθηκιμαίαν βούλησιν μετὰ πάσης ἀκριβολογίας κατʼ ἔγγραφον βουλημάτιον κύριον καὶ βέβαιον, ἐπὶ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ τοῦ μηνὸςμενὸς παρόντος ἐννεακαι δεκάτῃ τῆς παρούσης τετάρτης ἐπινεμήσεως. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.