Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.koeln.2.100

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ὁμοπατρίου ἀδελφοῦ Ἀπόλλωνος Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήν δε τὴν διαθήκην. ὃ δʼ ἂν ἐπιτελέσω, κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα, καταλείπω κληρονόμους τὰ τέκνα μου Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον τοὺς τρεῖς χρηματίζοντας μητρὸς ἐμοῦ, ἕκαστον δὲ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα· τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν μὲν τῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ τοῦ αὐτοῦ Ὀξυρυγχείτουοξυρυχειτου ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψιλῶνψειλῶν τόπων περιτετειχισμένων καὶ τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ ἀνη κόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψιλοῦψειλοῦ τόπου περιτετειχισμένου ἐν ᾧ οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγῖδισφραγεῖδι σιτικῶνσειτικῶν ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου η ιϛ καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου ὀγδόου δυοτριακοστοῦδυτριακοστοῦ καὶ περὶ Ὦφιν τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἀρουρῶν ἡμίσους τετάρτου ἑκκαιδεκάτου δυοτριακοστοῦδυτριακοστοῦ τετρακαιεξηκοστοῦ 𐅵 δ ιϛ λβ ξδ καὶ περὶ Ποσομποῦς Ἀριστομάχου τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἐπὶ μιᾶς σφραγῖδοςσφραγεῖδος ἀρουρῶν τεσσάρων καὶ περὶ τὸ αὐτὸ Ποσομποῦς Ἀριστομάχου ἐν ἑτέρᾳ κοίτῃ μητρικοῦ ἀρούρης μιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον ἑκατέραν αὐτῶν διὰ τῆς πρὸς τὸν ἄνδρα συνγραφῆς ἐφʼ οἷς περιέχουσι δικαίοις πᾶσιπαρι καὶ διὰ τῆσδε τῆς διαθήκης κοινῶς ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν Ὀξυρύγχων πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρους οἰκίας καὶ αἰθρί ου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τῇ προκειμένῃ κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι πατρικοῦ μου ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων. καταλείπω δὲ καὶ τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης υἱῷ Εἰσίωνι Ἡρα κλείδου ἣν ἄλλην ἔχω περὶ τὴν προκειμένην Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνος ἄρουραν μίαν . ὅσα δʼ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου μου εὐνοικῶς πρός με διακειμένουδιακειμένω καὶ πολλά μοι παρεχομένου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ προγεγραμμένου μου υἱοῦ Πτολεμαίου. ἐὰν δὲ εη τῷ αὐτῷ Ψενήσει τῷ καὶ Εἰσίωνι τελευτη τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑ παρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐδαφῶν δημόσια. καὶ ἀφʼ οὗ ἐὰν ὁ Ψενῆσις ὁ καὶ Εἰσίων τελευτήσῃ ἕξει ἡ θυγάτηρ Βερενίκη μόνη ἐφʼ ὅσον ζῇ τὴν καρπείανακαρπείαν μετὰ τὰ δημόσια καὶ τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ ΠτολεμαίῳΠτολεμαίου καὶ Ἰσιδώρᾳ τῇ καὶ ἈπολλωναρίῳἈπολλωναρίου συμβῇ ἀτέκνοιςατεκνω τελευτῆσαι, ἔστωεσται ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολεμαίου ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου κοινῶς ἐξ ἴσου, ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπείας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. καὶ μηδενὶ ἐξεῖναι παραβαίνεινπαραβηνειν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων, τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧττον. ἄλλῳ γὰρ οὐδενὶ οὐδὲ ἓν ἐκ τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου πεποίημαι τὴν διαθήκην καὶ κατλείπω μετὰ τὴν τελευτὴν κληρονόμους τὰ τέκνα μου Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώρανιδωραν τὴν καὶ Ἀπολλωνάριον, τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψιλῶνψειλῶν τόπων περιτετειχισμένων καὶ τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψιλοῦψειλοῦ τόπου περιτετειχισμένου ἐν ᾧ οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγῖδισφραγεῖδι σιτικῶνσειτικῶν ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου ὀγδόου δυτριακοστοῦ καὶ περὶ Ὦφιν ἀρουρῶν ἡμίσουςἥμισυ τετάρτουτέταρτον ἑκκαιδεκάτουἑκκαιδεκατον δυοτριακοστοῦδυτριακοστον τετρακαιεξηκοστοῦτετρακαιεξηκοστον καὶ περὶ Ποσομποῦς Ἀριστομάχου ἐν μιᾷ σφραγῖδισραγεῖδι σιτικῶνσειτικῶν ἀρουρῶν τεσσάρων καὶ ἐν ἑτέρᾳ κοίτῃ μητρικοῦ ἀρούρης μιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον ἑκατέραν αὐτῶν διὰ τῆς πρὸς τὸν ἄν δρα συνγραφῆς ἐφʼ οἷς περιέχει δικαίοις καὶ νῦν κοινῶς ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν Ὀξυρύγχων πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρους οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπηλιώτου μέρε σι πατρικοῦ μου ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ εἰσόδων καὶ ἐξόδων. καταλείπω δὲ καὶ τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης υἱῷ Εἰσίωνι Ἡρακλείδου ἣν ἔχω περὶ τὴν Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνος ἄρουραν μίαν . ὅσα δʼ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήμα τα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ αὐτοῦ υἱοῦ μου Πτολεμαίου. ὁ δʼ αὐτὸς Ψενῆσις ὁ καὶ Εἰσίων καθέξεικατέξει ἀφʼ οὗ ἐὰν τελευτήσω ἐφʼ ὅσον ζῇ τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑπαρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐ δαφῶν δημόσια, καὶ ἀφʼ οὗ ἐὰν τελευτήσῃ ὁ Ψενῆσις ὁ καὶ Εἰσίων ἕξει ἡ θυγάτηρ Βερενίκη ἐφʼ ὅσον ζῇ τὴν καρπείαν μετὰ τὰ δημόσια καὶ τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ ΠτολεμαίῳΠτολεμαίου καὶ Ἰσιδώρᾳ τῇ καὶ ἈπολλωναρίῳἈπολλωναρίου συμβῇ ἀτέκνοις τελευτῆσαι ἔστω ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολεμαίου ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου ἐξ ἴσου, ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπεί ας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. εὐδοκῶ τοῖς ἄλλοις τοῖς προκειμένοις. εἰμὶ δὲ ὡς ἐτῶν νθ οὐλὴ ταρσῷ δεξιοῦ ποδὸς καὶ ἔστι μου ἡ σφραγὶς ἈφροδίτηςἈφροδείτης. Ἀπόλλων Ἀπολλωνίου μητρὸς Διογενίδος ὁμοπάτριος ἀδελφὸς τῆς προγεγραμμένης ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ εἰμὶ ὡς ἐτῶν οὐλὴ . Θέων Ὀννώφριος τοῦ Θώνιος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ εἰμὶ ὡς ἐτῶν νγ οὐλὴ ποδὶ ἀριστερῷ. Παποντῶς Ἀβαῦ τοῦ Ἀπολλωνίου ἀνεψιὸς τῆς προγεγραμμένηςπροκεκραμμενος Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας μαρτυρῶ τῇ διαθήκῃ αὐτῆς καὶ εἰμὶ ὡς ἐτῶν οὐλὴ καὶ ἔστι μου ἡ σφραγὶς Ἄπιδος. Διονύσιος ὁ καὶ Ἰσίδωρος Κορίνθου μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆςδης Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν κδ ἄσημος καὶ ἔστι μου ἡ σφραγὶς . Ἀπολλώνιος Ὥρου τοῦ Ἀπολλωνίου μαρτυ ρῶ τῇ τῆς ἀνεψιᾶς μου Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν μα οὐλὴ ὀφρύσι ἀμφοτέραις καὶ ἔστι μου ἡ σφραγὶς προτομὴ Ἡφαίστου. Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν οὐλὴ καὶ ἔστιν μου ἡ σφραγὶς προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος τοῦ Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν οὐλὴ καὶ ἔστι μου ἡ σφραγὶς ἴβιος. μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξ οὐλῆ γαστροκνημίᾳ δεξιᾷ καὶ ἔστι μου ἡ σφραγὶς Ἁρποχράτου. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ διαθήκη Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυξύγχων πόλεως. Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφραγῖδασφραγιδαν τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃἐχούσᾳ γλύμμαγλύμα προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφραγῖδασφραγιδαν τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀν τίγραφον τὸ προκείμενον καὶ ἐσφράγισαἐσφράγεισα σφραγῖδισφραγεῖδι ἐχούσῃ γλύμμα ἴβιος. Θέων Ὀννώφριος ἀπʼ Ὀξυρύγχων πόλεως φίλος Ἀπολλωνίου Ὥρου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδισφραγεῖδι ἐχούσῃ γλύμμα Ἡφαίστου. χρηματίζων φίλος Παποντῶτος Ἀβαῦ τοῦ Ἀπολλωνίου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ αὐτῇ ὄντος ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐσ τιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδισφραγεῖδι ἐχούσῃ γλύμμα Σαράπιδος. παρετέθη ἔτους Αὐτοκράτορος Καίσαρος Παχὼν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.