Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.27.2474
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
χρυσοῦ οὐγκίας ἓξ καὶ ἀσήμου λίτρας δέκα ἃ ὑπάρχει μοι ἐν ὀνικοῖς κτήνεσι καὶ πρόβασι καὶ καὶ ἐσθὴς πᾶσα ἐρεᾶ τε καὶ λινῆ καὶ ἐνδομενία ἔχειν αὐτ θέλω ἐξ ἴσου μέρους τοὺς τέσσαράς μου Αὐρηλίαν δὲ Χαιρημονίδα εὐνουστάτην μου σύμβιον θεῷ καὶ ἀνθρώποις, εὐνοήσασάν μοι ἐν πρώτοις καὶ πᾶσαν πίστιν μοι ἐνδεικνυμένην τὴν αὐτὴν θέλω κυριευτικῶς ου τὸ λοιπὸν ἥμισυ μέρος τῆς προκειμένης οἰκίας καὶ τῆς μικρᾶς οἰκίας λογιστήριον λεγομένης καὶ τῆς ἐξ καὶ τὸ λοιπὸν τέταρτον μέρος τῆς γῆς τοῦ Θωνίου ς μέρος τῆς τε ἐπάνω χορτοθήκης καὶ σιτοβολῶνος καὶ τῆς τῆς κει μένης πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦ ἀποκ καὶ τῶν ἐν οἷς ἐστὶ κτήνη βοικὰ Παυσείρεως ἡ δὲ ἡμε τέρα μήτηρ Ἀσκλατάριον ἐν ῥύμῃ Ψύλλου λεγομένῃ καὶ κοινωνοῦσα κατὰ τὰ λοιπὰ μέρη τῇ δὲ Χαιρημονίδι τῇ προκειμένῃ εὐνουστάτῃ μου συμβίῳ δοθῆναι θέλω κατʼ ἔτος ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρό νον σίτου ἀρτάβας ἑκατὸν καὶ οἴνου κεράμια ἑκατὸν καὶ ἀρτάβας εἴκοσι πέντε καὶ λαχανοσπέρμου ἀρτάβας ἕξ . καὶ ὅσα ἐώνημαι καὶ συνεταξάμην ἐπʼ ὀνόματος τῆς αὐτῆς συμβίου μου Χαιρημονίδος δουλικὰ σώματα εν τε καὶ Πανχάριον καὶ τὰ ταύτης τέκνα Κοπρῆν καὶ Π καὶ Θνᾶν, ἔχειν αὐτὴν θέλω κυριευτικῶς. κηδεμόνα δὲ καθίστη μικατίστημι τοῖς αὐτοῖς ἀφήλιξί μου υἱοῖς τὸν ἡμέτερον γαμβρὸν Αὐρήλιον Ἀχιλλίωνα Κορνη λιανοῦ πρυτανεύσαντα τῶν αὐτόθι, πᾶσαν πίστινπίστειν μέλλοντα ἀποσώζειν τοῖς αὐτοῖς παισίν μου καὶ κληρονόμοις. πρός τε ἡλικίας αὐτῶν γενομένων ἀποκατασταθῆναι ἑκάστῳ αὐτῶν τὰ ὑπʼ ἐμοῦ διαταγέντα αὐτοῖς σὺν τοῖς ἐσομένοις ἀπὸ τοῦ νῦν ἀπὸ τῶν ὑπαρ χόντων φόροις τε καὶ ἐκφορίοις ὑγρῶν τε καὶ ξηρῶν. ἐὰν δέ, ὃ μὴ εἴη, ὁπότερος τῶν αὐτῶν παίδων μου ἐξ ἀνθρώπων γένηται ἄτεκνος ἢ καὶ ἀδιάθετος, τὸ μέρος αὐτῆς τῆς κληρονομίας τῆς ἐμῆς ἀνατρέχειν εἰς τοὺς λοιποὺς ἀδελφοὺς αὐτοῦ ἐμοῦ τε υἱοὺςυἱοις καὶ κληρο νόμους ἐξ ἴσου μέρους. ἅμα δὲ τῇ τελευτῇ μου ἐλευθέρους εἶναι θέλω ἡμετέρους οἰκέτας Θέωνα καὶ Τααμμῶνιν. εἶναι δὲ αὐτοὺς βούλομαι ὑπὸ τὴν ἐξουσίαν τῆς αὐτῆς εὐνουστάτης μου συμβίου Χαιρημονίδος, ἐφʼ ὃν περίεστιν χρόνον· πρὸς τῷ τε τελευτᾶν αὐτὴν πορεύεσθαι αὐτοὺς ἀκωλύτως, ὁπουδὰν βουληθῶσι. τήν γε ὁμογνησίαν μου ἀδελφὴν Θεογνώστην παραμεῖναι θέλω τῇ εὐνουστάτῃ μου συμβίῳ Χαιρημονίδι διαιτωμένην καὶ ὑπηρετουμένην καὶ ἔχειν αὐτὴν παρὰ τῶν προκειμένων μου κληρονόμων προνοίᾳ τοῦ κηδεμόνος οἴνου κεράμια εἴκοσι τέσσαρατεσσαρας κατʼ ἔτος, οἷς αὐτὴν ἀρκεσθῆναι βούλομαι. Ἐπίμαχον δὲ ἐπίτροπον ἡμέτερονημεερον, ᾧ καὶ αὐτῷ εὐχαριστῶ εὖπυ γενέσθαι τὰ διαφέροντά μοι πράγματα, ἀντὶ πόνων ἀμοιβῆςἀμυβῆς ἔχειν θέλω ἅμα τῇ τελευτῇ μου κυριευτικῶς ἃς κέκτημαι περὶ κώμην Σενοκῶμειν δο Πέλα ἐκ τῶντου Σισίνου κληρου καὶ Ἀβδιέου κλήρων σιτικὰς ἀρούρας αἷς καὶ αὐτὸν ἀρκεσθῆναι βούλομαι. παραγγέλλω δὲ τῷ αὐτῷ Ἐπιμάχῳ παραμεῖναι τοῖς αὐτοῖς υἱοῖς μου τὴν αὐτὴν χώραν διοικοῦντι καὶ ἔχοντι ἐπὶ ὀψωνίῳ καὶ τηρήσειτηρήσι αὐτοῦ προνοίᾳ τοῦ αὐτοῦ κηδεμόνος Ἀχιλλίωνος. τούς τε προνοήσαντας καὶ τοὺς φροντίσαντας καὶ τοὺς λοιποὺς πρὸς το τηθῆναι τὰ ἐν αὐτοῖς δνοις κληρονό μοις μου μηδενὶ ἐξεῖναι νοCross-references (3)
- TM-Text 30460 primary
- DDbDP-Text p.oxy;27;2474 tier-1
- HGV-Text 30460 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.