Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67340v
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐξ ἴσου ἔχειν ἀνὰ τὸ αὐτὸ τρίτον μέρος πάντα τὰ καταλειφθησόμενα ὑπʼ ἐμοῦ πάντα τὰ πράγματα ἰδιωτικά τε καὶ γονικὰ, ἔτι μὴν καὶ τὰ περι ελθόντα εἰς ἐμὲ ἀφʼ οἵου δήποτε δικαίου καὶ νομίμου τίτλου ἐν διαφόροις τόποις καὶ ὅσα μοι ὑπάρχουσιν, μὴ εἰς μνήμην ἐμὴν ἀρτίως ἀχθέντα ἐπιταγῆναι ταύτῃ μου τῇ δωρεᾷ μηδενὸς ὑμῖν ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένουςκένους ἐμοὶἐμὸ ἀνηκόντων ἢ ἀγχιστευόντων μήτε καὶ τὴν ἐμὴν θυγατέρα Θαυμαστὴν δυνηθῆναι μήτε τοὺς κληρονόμους αὐτῆς ἀντιβῆναιαντιβ ὑμῖν ἢ κληρονόμοις ὑμῶν ἢ διαδόχοις ἢ διακατόχοις περί τινος πώποτε ἄλλου τὸ σύνολον πεπληρῶσθαι πάσης τῆς ἀνηκούσης αὐτῇ μοίρας. εἰς τὰ ἐν περιεχόμενα πάντα τῇ ἑξῆς δηλουμένῃ γνῶσει καθὰ ὑποτέτακται ἅτινα ἐκ πλήρους αὐτῇ παρέσχον. ἡνίκα γὰρ ταύτην εἰς αἰσίους μεταδέδωκα γάμους, οὓς καὶ εὐμαρῶς ἐξετέλεσα, καταδαπανήσασα πάμπολλα, παρεσχόμην αὖθις τῇ αὐτῇ μου θυγατρὶθυγατερα Θαυμαστῇ ἐν χρυσῷ μὲν νομίσματα ιη παρὰ κεράτια γϛ ?, ἐν κοσμίοις δὲ ἐνώτιον δίπτυχον ἕν , ὁλκῆς νομίσματα τριῶν , καὶ ἀλυσίδια πιναρωτὰ τρία , ἕν μὲν αὐτῶν αὐτὸαυτω καθʼ αὐτὸ ὁλοπίναρον, ἕτερα δὲ δύο διαχρυσᾶ, καὶ δακτυλίδια δύο , ἕν μὲν ἠλεκτροῦν, ἓν δὲ διαχρυσοῦν, καὶ ἱμάτια γυναικεῖαγυναικῖα δέκα τέσσαρα διάφορα ἐξ ὧν ἕνδεκα, καὶ ὀθόνιαὀθώνια ἓξ καὶ φακιουλ ἕτερα δὲ δύο ἐνθάδια καλὰ, καὶ σαβάνια λίτρας ἕκατον καὶ ἕν ἀργυροῦν καὶ τωκάλια δύο , καὶ κιβώτια δύο , καὶ ἄλλο κάψιον ἕν , τεντ ἕν καὶ σκεπτώριν ἕν ἐλεφάντινον καὶ ἄλλο ε οὐεστάριονἕν εστάριον γυναικεῖονγυναικῖον ἕν , καὶ ἐπὶ τῆς γεναμένης διοικήσεως τοῦ πατρὸς Θαυμαστῆς ἐμοῦ εὐμοίρου ἀνδρὸς Ἰωάννου, προνοήσαντος τῶν πραγμάτων Δωροθέου τοῦ τῆς μακαρίαςμείας μνήμης, ἀπογενομένου σχολαστικοῦ, τοῦ καὶ υἱοῦ τοῦ τῆς ἀρίστης μνήμης Αὐάνθου, ἀψευδῶς τῷ αὐτῷ θείῳ ὅρκῳ ὀμοῦμαι ὡς παρεσχόμην ἐξ ἰδίων μου ὑπαρχόντων μετὰ τὴν τούτου ἀπουσίαν ἤτοι τελευτὴν ἑκατὸν νομίσματα εὔσταθμα ζυγῷ δημοσίῳ, ἐκποιήσασα εἰς ταῦτα φανερὰ ἐμὰ οἰκήματά τε καὶ πράγματα γονικὰ εἰς τοὺς κλασμοὺς τῆς οἰκονομίας αὐτοῦ καὶ διοικήσεως βούλομαι τὴν ἴσην μοῖραν ὑμῖν παραφυλάξαι καὶ ἐξισῶσαι ὑμᾶς τῇ εἰρημένῃ Θαυμαστῇ εἰ καὶ ὅτι, ὡς συνορῶ, τὰ καταλειφθησόμενα ὑπʼ ἐμοῦ πράγματα να ὑμῖν μόνοις τοῖς προονομασθεῖσι υἱοῖς μου ἐβουλόμην καὶ ἂνκἂν ἐκ μέρους ὀλίγου διασῶσαι ὑμῖν τὴν ἰσὴν μοῖραν καθάπερ θέμιτόν ἐστι, ἀνθʼ ὧν προδέδωκα χαρισαμένη τῇ προειρημένῃ μου θυγατρὶ Θαυμαστῇ καὶ τούτου τοῦ τρόπου καὶ νῦν ἐπιτρέπω κατʼ ἐξαίρετον μερίδα ἤτοι προμερισμὸν ἀπονεμηθῆναι ὀρίσασα, καὶ τῇ θυγατρί μου Σοφίᾳ κηριαπτάριν ἕν σὺν λύχνῳ αὐτοῦ χαλκοῦν, καὶ σίγλαν μίαν καὶ κρυψίδα ἤτοι τριπήνινον ἕν , καὶ σκρίνιον χαλκοῦν γυναικεῖονγυναικῖον ἕν , καὶ πυργίσκον ἕνα , καὶ κάμπτραν μίαν , ὥστε αὐτὴν τὴν εἰρημένην μου θυγατέρα Σοφίαν ταῦτα ἔχειν καὶ κατέχειν προμερισμὸν ταυτῇ μου τῇ δωρεᾷ μήτε καὶ τῇ προτέρᾳ, καθʼ ὅσον ἑκουσίως καὶ αὐθαιρέτως ταύτας τέθεικα νομίμως καὶ ἀπαραβάτως καὶ οὐκ ἐξόνἐξών μοι μεταμελεῖσθαι ἢ ἄλλο τι ποιῆσαι. ἐντεῦθεν γὰρ ἤδη ἐδωρησάμην ὑμῖν ἐφʼ ὅσον περιοῦσα χρόνον καὶ μετὰ θάνατον ἐμὸν πάντα τὰ ὄντα μοι νυνὶ γονικὰ πράγματα καὶ καταλειφθησόμενα μετὰ θάνατον ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἱματισμῷ κα χαλκώμασι καὶ στρώμασι καὶ οἰκείαις καὶ χωρήμασι οὐκ ἐφʼ ὕβρει τινὶ ἠλλοτριωθέντων χρυσοῦ λίτραν μίαν , μετὰ καὶ τοῦ αὐτὸν ἄκοντα, μετὰ τὴν τῆς ὁρισθείσης ποινῆς ἀπόδοσιν, στοιχῆσαι καὶ ἔμμειναι διηνέκως τῇ δυνάμει τῶν αὐτῶν δωρεαστικῶν συμβολαίωνσυμβουλαίων ὧν ὑμῖν καὶ μόνοις τοῖς εἰρημένοις μου υἱοῖς Φοιβάμμωνί τε καὶ Βίκτορι καὶCross-references (3)
- TM-Text 36551 primary
- DDbDP-Text p.cair.masp;3;67340v tier-1
- HGV-Text 36551b tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.