Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.bodl.1.45

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

πεπρακέναι σήμερον κατὰ τήνδε τὴν ὠνιακὴν ἀσφάλειαν τοῖς προγεγραμμένοις Πααμίῳ καὶ Ἰακώβῳ καὶ Θέκλῃ καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ ἐπʼ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὴν ὑπάρχουσαν ἡμῖν κέλλαν οὖσαν ἐν τῇ οἰκίᾳ τῶν κληρονόμων Τεησε καὶ τὼ ἐπάνω αὐτῆς συμπόσιον μετὰ τότού ὑπʼ ἀέρα αὐτοῦ δώματος διακειμένην ἐπὶ λαύρας Ῥαχὴλ Ἀπροσίτου, περιελθόντα εἰς ἡμᾶς ἀπὸ γονέων κληρονομίας καὶ ὁμολογοῦμεν τοῦ λοιποῦ μηδέμητέ ἓν μέρος ἢ δίκαιον ὑπολείπεσθαι ἐκ τῆς εἰρημένης κέλλας καὶ τοῦ συμποσίου ἐπάνω αὐτῆς καὶ τοῦ δώματος τοῦ συμποσίου, ἧς γείτονες νότου οἰκία τῶν κληρονόμων Παναρίου, βορρᾶ οἰκία Τδιας , ἀπηλιώτου ὑμεῖς οἱ ὠνούμενοι, λιβὸς τὸ στενορυμίον, ἔδοξεν δὲ ἀνοίγειν τὴν θύραν τὴν θύραν τῆς αὐτῆς κέλλας καὶ τοῦ συμποσίου ἐπʼ ἀπηλιώτην εἰς τὴν οἰκίαν ὑμῶν ἢ οἳ δʼ ἂν ὦσι γείτονες πάντῃ παντόθεν, κάθως ἡμεῖς οἱ ἀποδόμενοι στόματι ὑπηγορεύσαμεν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀμεταθέτῳ λόγῳ χρυσοῦ δοκίμου νομισμάτων τεσσάρων διμοίρου ζυγῷ Ἀπόλλωνος, γίνεται χρυσοῦ νομίσματα δ δίμοιρον μόνα, ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπεσχήκαμεν παρʼ ὑμῶν τῶν ὠνουμένων ἀπὸ χειρὸς εἰς χεῖρας ἡμῶνυμων ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρει καὶ βεβαιώσομεν ὑμῖν τήνδε τὴν πρᾶσιν καὶ τὴν νομὴν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, τὸν δὲ ἐπελευσόμενον ἢ ἀντιποιησόμενον παραχρῆμα ἡμεῖς οἱ πεπρακότες ἐκστήσομεν καὶ ἐκδικήσομεν καὶ ἀποσοβήσομεν καὶ καθαροποιήσομεν ταύτην τὴν πρᾶσιν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ κινδύνῳ κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως νόμον πρὸς τῷ ἐντεῦθεν καὶ ἐπὶ τὸ διηνεκὲς τοὺς ὠνουμένους κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν κατὰ πᾶν δεσποτείας ἀναφαιρέτου δίκαιον καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν καὶ ἐκχωρεῖν καὶ παραχωρεῖν καὶ ἐκμισθοῦν καὶ ἐναλλάτειν καὶ πωλεῖν καὶ χαρίσασθαι καὶ τέκνοις μεταδιδόναι καὶ κληρονόμοις καταλιμπάνειν καὶ διαδόχοις καὶ διακατόχοις καὶ πάντα ἁπλῶς εἰπεῖν, πράττειν ἐπʼ αὐτοῦ ὅσα νόμοι ἐπιτρέπουσι τοῖς αὐτοτελέσιαὐτοτελέσει δεσπόταις κυρίως καὶ ἀνεπικωλύτως. εἰ δὲ ἀσθενήσοιμεν περὶ τὴν ἐκδίκησιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως, ἑτοίμως ἔχομεν παρασχεῖν ὑμῖν τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ καὶ εἴ τι δʼ ἂν φανείητε ἀναλώσαντες εἴς τε οἰκοδομὴν καὶ ἀνανέωσιν καὶ αὐτὰ ἐν διπλῇ ποσότητι, μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐμφερομένων τῇ παρούσῃ πράσει, ἀλλʼ ἐφʼ ᾧ αὐτὴν εἶναι καὶ πᾶν μέρος αὐτῆς κυρίαν εἶναι καὶ βεβαίαν, καθότι καὶ ἔστιν ἐπὶ τὸ διηνεκές, ἥνπερ ἁπλῆν γραφεῖσαν ἐξεδόμεθα ὑμῖν πρὸς ἀσφάλειαν ὑμῶν ἄτρωτον καὶ ἀπαράβατον ἁπανταχοῦ προφερομένην. Καὶ εἰς τὰ προγεγραμμέναπρογεγρααμενα πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. Δηλαδὴ καὶ ἐπεζητήσαμεν τὴν προκτητικὴν ὠνὴν μὴ εὑρμεν πρὸς τὸ παρόν, εἰ δʼ ε εν ποτε καιρῷ ἢ παρʼ ἡμῶν ἢ παρὰ τῶν ἡμῶν κληρονόμων ἐφʼ ᾧ ἡμᾶς αι ὑμῖν ἢ ταύτηντουτʼ ἄκυρον εἶναι καὶ ἀνίσχυρον ἁπανταχοῦ προφερομένην καὶ ἐπὶ τούτῳ ὡμολογήσαμεν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.