Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.2.67169
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τὸ δημόσιον λογιστήριον τῆς Ἑρμουπόλεως, ὑπὲρ μὲν παντὸς χρυσικοῦ τίτλου χρυσοῦ κεράτιον ἓν ἥμισυ, ὑπὲρ δὲ ἐμβολῆς σίτου καθʼ ἕκαστον ἔτος ἀρτάβης ἥμισυ· γίνεται σίτου ἀρτάβης 𐅵 καὶ χρυσοῦ κεράτιον α 𐅵, τούτου τοῦ τέλους ὑπὲρ ἀννωνιακῶν καὶ παντοίων χρυσικῶν ταύτης τίτλων καθʼ ἕκαστον ἐνιαυτὸν ἀποκριθησομένου παρὰ σοῦ αἰωνίως, καὶ ἐξεῖναί σοι ταύτης διὰ παντὸς κυριεύειν τῆς ἀρούρης καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ νέμεσθαι καὶ κτᾶσθαι ἢ καὶ φορολογεῖν καὶ ἐκμισθοῦν καὶ μετ νέμεσθαι δωρεῖσθαι καὶ μεταποιεῖν καὶ ἐκποιεῖν καὶ ἀντικαταλλάττεσθαι καὶ καταλεῖψαι οἷς βούλει προσώποις, ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτως ἐπάναγκες ὑπʼ οὐδενὸς τὸ σύνολον τῶν ἐξ οἵου δήποτε βαθμοῦ συγγενείας ἡμῶν ἢ ξένων ἀναφανησομένων, ἧς τοίνυν τὴν νομὴν καὶ τὴν χρῆσιν καὶ τὴν δεσποτείαν καὶ τὴν ἐπικαρπίαν καὶ τὴν ταύτης παντοίαν πρόσοδον παραδεδώκαμέν σοι ἀρτίως κομίσασθαι διὰ παντὸς εἰς τὸ παντελές, μὴ προϋποκειμένην οἵῳ δήποτε ὀφλήματι ἰδικῷ τε καὶ δημοσίῳ μήτε διʼ ἐγκλήματος καὶ ζητήματος καὶ ἐγγυήματος, ἀλλʼ ἀκέραιον οὖσαν καὶ καθαρὰν καὶ ὠφέλιμον, ἐκτὸς οἵου δήποτε κινδύνου, πλὴν μέντοι τῆς ἐτησίας γιγνομένης ὑπὸ σοῦ παροχῆς τοῦ προσημανθέντος καὶ ἐκτάγεντός σοι νῦν παρʼ ἡμῶν αὐτῆς τέλους, φαμὲν δὴ τοῦ ἡμίσους μόνου ἀρτάβης σίτου κανόνος καθαροῦ σὺνσυ ναύλοις καὶ ἑκατοσταῖς αὐτοῦ καὶ εἰκοσταῖς καὶ παντοίοις ἀναλώμασι καὶ χρυσοῦ κερατίου ἑνὸς ἡμίσους ὑπὲρ παντοίων ἀννωνιακῶνἀνωνιακῶν καὶ χρυσικῶν τίτλων, ἀρξάμενόν σε τὸν προειρημένον Βίκτορα τὸν ἠγορακότα τὴν παντοίαν ὑπὲρ τῆς εἰρημένης ἀρούρας συντέλειαν καταθέσθαι ἀπὸ γενήματος τῆς εὐτύχως μὲν εἰσιούσης τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, καὶ μετὰ σὲ τοὺςτων σοὺςσων κληρονόμουςκληρονομων αἰωνίως, καὶ ἀποκρίνασθαι ἦκα ἀνελλιπῶς κατʼκαθʼ ἔτος ὑπὲρ ταύτης τῷ δημοσίῳ λογιστηρίῳ τῆς αὐτῆς Ἑρμουπόλεως τὴν ὑπὸ σοῦ νῦν γιγνομένην μόνην συντέλειαν τῆς αὐτῆς μόνης ἀρούρης, μὴ ὑποκειμένης οἷᾳ δήποτε ἄλλη συντέλειᾳ ἢ καὶ προσθήκῃ δημοσίων, ἀλλʼ ἀπηλλαγμένης παντοίας μετουσίας ὁμοδούλων λειτουργίας ἑτέρας ὑπὲρ ἡμῶν κτήσεων, εἰ καὶ ὅτι τῶν ταύτης δημοσίων τελεσμάτων ὑπὲρ τοῦ παρωχηκότοςπαροχηκοτως χρόνου μέχρι τῆς παρούσης τρίτης ἐπινεμήσεως καὶ αὐτῆς ὁρώντωνοροντων ἡμᾶς τοὺςτων ταύτην πωλοῦντάςπωλουντων σοι καὶ κληρονόμουςκληρονομοις ἡμῶν ἀεί ποτε, ἐφʼἀφʼ ἧς συν εκομισάμεθα τοὺς ταύτης καρπούς. καὶ ἑτοίμως ἔχομεν ἡμεῖς τε καὶ παντοῖοι ἡμῶν κληρονόμοι πάντα ἄνθρωπον ἐπελευσόμενον κατὰ σοῦ καὶ κληρονόμων σῶν καθʼ οἷον δήποτε τρόπον καὶ χρόνον καὶ τόπον, ἐν δικαστηρίῳ οἵῳ δήποτε ἢ καὶ ἐκτὸς δικαστηρίου, μικροῦ ἢ μεγάλου, ἐπιχωρίου ἢ ὑπερορίου, ταύτης ἕνεκεν, ἀποσοβῆσαι καὶ ἀποτρέψαι ἀπὸ σοῦ καὶ κληρονόμων σῶν ἰδίοις ἡμῶνμου ἀναλώμασι καὶ δαπανήμασι· καὶ βεβαιώσωμέν σοι πάσῃ βεβαιώσει καὶ καθαροποιήσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου σε ἢ ἀντιποιηθησομένου παντὶ καιρῷ ἐπάναγκες. εἰ δὲ καὶ ἧττον φροντίζομεν τῆς βεβαιώσεως, τριπλασίως τὸ τίμημα ἀποδώσομεν, μετὰ καὶ τοῦ διαφέροντος ὑπὲρ ποινῆς τῆς παραβάσεως τῆς συμπεφωνημένης τιμῆς ἀναλώματος, καὶ μετὰ ταῦτα ἔσεσθαι τὴν παροῦσαν πρᾶσιν κυρίαν ὡς ἔστιν καὶ βεβαίαν καὶ ἰσχυρὰν πανταχοῦ προφερομένην ὡς ἐν δημοσίῳ ἀρχείῳ δημοσίῳ ῳ ὑπογεγραμμένῳ καὶ τ ἐξεδόμεθά σοι ἡμεῖς καὶ ὑπεθέμεθα, εἰς τὴν βεβαίωσιν ταύτης τῆς πράσεως καὶ καθαροποίησιν, πάντα τὰ νῦν ὄντα ἡμῖν καὶ ἐσόμενα πράγματα. καὶ ἐφʼ ἅπασι τοῖς ἐγγεγραμμένοις ἐρωτηθέντες ὡμολογήσαμεν ταύθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν εἰς πέρας ἄγειν .Cross-references (3)
- TM-Text 18418 primary
- DDbDP-Text p.cair.masp;2;67169 tier-1
- HGV-Text 18418a tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.